The Bible

 

Jeremiah 42

Study

   

1 ὁ λόγος ὁ γενόμενος πρὸς ιερεμιαν παρὰ κυρίου ἐν ἡμέραις ιωακιμ βασιλέως ιουδα λέγων

2 βάδισον εἰς οἶκον αρχαβιν καὶ ἄξεις αὐτοὺς εἰς οἶκον κυρίου εἰς μίαν τῶν αὐλῶν καὶ ποτιεῖς αὐτοὺς οἶνον

3 καὶ ἐξήγαγον τὸν ιεζονιαν υἱὸν ιερεμιν υἱοῦ χαβασιν καὶ τοὺς ἀδελφοὺς αὐτοῦ καὶ τοὺς υἱοὺς αὐτοῦ καὶ πᾶσαν τὴν οἰκίαν αρχαβιν

4 καὶ εἰσήγαγον αὐτοὺς εἰς οἶκον κυρίου εἰς τὸ παστοφόριον υἱῶν ανανιου υἱοῦ γοδολιου ἀνθρώπου τοῦ θεοῦ ὅ ἐστιν ἐγγὺς τοῦ οἴκου τῶν ἀρχόντων τῶν ἐπάνω τοῦ οἴκου μαασαιου υἱοῦ σελωμ τοῦ φυλάσσοντος τὴν αὐλήν

5 καὶ ἔδωκα κατὰ πρόσωπον αὐτῶν κεράμιον οἴνου καὶ ποτήρια καὶ εἶπα πίετε οἶνον

6 καὶ εἶπαν οὐ μὴ πίωμεν οἶνον ὅτι ιωναδαβ υἱὸς ρηχαβ ὁ πατὴρ ἡμῶν ἐνετείλατο ἡμῖν λέγων οὐ μὴ πίητε οἶνον ὑμεῖς καὶ οἱ υἱοὶ ὑμῶν ἕως αἰῶνος

7 καὶ οἰκίαν οὐ μὴ οἰκοδομήσητε καὶ σπέρμα οὐ μὴ σπείρητε καὶ ἀμπελὼν οὐκ ἔσται ὑμῖν ὅτι ἐν σκηναῖς οἰκήσετε πάσας τὰς ἡμέρας ὑμῶν ὅπως ἂν ζήσητε ἡμέρας πολλὰς ἐπὶ τῆς γῆς ἐφ' ἧς διατρίβετε ὑμεῖς ἐπ' αὐτῆς

8 καὶ ἠκούσαμεν τῆς φωνῆς ιωναδαβ τοῦ πατρὸς ἡμῶν πρὸς τὸ μὴ πιεῖν οἶνον πάσας τὰς ἡμέρας ἡμῶν ἡμεῖς καὶ αἱ γυναῖκες ἡμῶν καὶ οἱ υἱοὶ ἡμῶν καὶ αἱ θυγατέρες ἡμῶν

9 καὶ πρὸς τὸ μὴ οἰκοδομεῖν οἰκίας τοῦ κατοικεῖν ἐκεῖ καὶ ἀμπελὼν καὶ ἀγρὸς καὶ σπέρμα οὐκ ἐγένετο ἡμῖν

10 καὶ ᾠκήσαμεν ἐν σκηναῖς καὶ ἠκούσαμεν καὶ ἐποιήσαμεν κατὰ πάντα ἃ ἐνετείλατο ἡμῖν ιωναδαβ ὁ πατὴρ ἡμῶν

11 καὶ ἐγενήθη ὅτε ἀνέβη ναβουχοδονοσορ ἐπὶ τὴν γῆν καὶ εἴπαμεν εἰσέλθατε καὶ εἰσέλθωμεν εἰς ιερουσαλημ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν χαλδαίων καὶ ἀπὸ προσώπου τῆς δυνάμεως τῶν ἀσσυρίων καὶ ᾠκοῦμεν ἐκεῖ

12 καὶ ἐγένετο λόγος κυρίου πρός με λέγων

13 οὕτως λέγει κύριος πορεύου καὶ εἰπὸν ἀνθρώπῳ ιουδα καὶ τοῖς κατοικοῦσιν ιερουσαλημ οὐ μὴ λάβητε παιδείαν τοῦ ἀκούειν τοὺς λόγους μου

14 ἔστησαν ῥῆμα υἱοὶ ιωναδαβ υἱοῦ ρηχαβ ὃ ἐνετείλατο τοῖς τέκνοις αὐτοῦ πρὸς τὸ μὴ πιεῖν οἶνον καὶ οὐκ ἐπίοσαν καὶ ἐγὼ ἐλάλησα πρὸς ὑμᾶς ὄρθρου καὶ ἐλάλησα καὶ οὐκ ἠκούσατε

15 καὶ ἀπέστειλα πρὸς ὑμᾶς τοὺς παῖδάς μου τοὺς προφήτας λέγων ἀποστράφητε ἕκαστος ἀπὸ τῆς ὁδοῦ αὐτοῦ τῆς πονηρᾶς καὶ βελτίω ποιήσατε τὰ ἐπιτηδεύματα ὑμῶν καὶ οὐ πορεύσεσθε ὀπίσω θεῶν ἑτέρων τοῦ δουλεύειν αὐτοῖς καὶ οἰκήσετε ἐπὶ τῆς γῆς ἧς ἔδωκα ὑμῖν καὶ τοῖς πατράσιν ὑμῶν καὶ οὐκ ἐκλίνατε τὰ ὦτα ὑμῶν καὶ οὐκ ἠκούσατε

16 καὶ ἔστησαν υἱοὶ ιωναδαβ υἱοῦ ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ὁ δὲ λαὸς οὗτος οὐκ ἤκουσάν μου

17 διὰ τοῦτο οὕτως εἶπεν κύριος ἰδοὺ ἐγὼ φέρω ἐπὶ ιουδαν καὶ ἐπὶ τοὺς κατοικοῦντας ιερουσαλημ πάντα τὰ κακά ἃ ἐλάλησα ἐπ' αὐτούς

18 διὰ τοῦτο οὕτως εἶπεν κύριος ἐπειδὴ ἤκουσαν υἱοὶ ιωναδαβ υἱοῦ ρηχαβ τὴν ἐντολὴν τοῦ πατρὸς αὐτῶν ποιεῖν καθότι ἐνετείλατο αὐτοῖς ὁ πατὴρ αὐτῶν

19 οὐ μὴ ἐκλίπῃ ἀνὴρ τῶν υἱῶν ιωναδαβ υἱοῦ ρηχαβ παρεστηκὼς κατὰ πρόσωπόν μου πάσας τὰς ἡμέρας τῆς γῆς

   

From Swedenborg's Works

 

Apocalypse Explained #751

Study this Passage

  
/ 1232  
  

751. Therefore rejoice, ye heavens, and ye that dwell in them.- That this signifies the salvation and consequent joy of those who become spiritual by the reception of Divine Truth, is evident from the signification of rejoicing, as denoting joy on account of salvation; from the signification of the heavens, as denoting those who are spiritual (concerning which we shall speak presently); and from the signification of ye that dwell, as denoting those who live, here spiritually. That to dwell signifies to live, may be seen above (n. 133, 479, 662). The heavens signify those who are spiritual, because all who are in the heavens are spiritual, and because men who have become spiritual are also in the heavens, although they are in the world as to the body; therefore ye that dwell in the heavens means not only angels, but also men, for every man with whom the interior mind, which is called the spiritual mind, has been opened, is in the heavens, indeed, he also sometimes appears amongst the angels there. That this is so, has not been known in the world up to the present time. It must therefore be understood, that man as to his spirit is among spirits and angels, and indeed in that society of them into which he is to come after death. The reason of this is that the spiritual mind of man is formed exactly according to the image of heaven, and in such a way that it is a heaven in least form; consequently that mind, although still in the body, must nevertheless be where its form is. But this has been more fully dealt with in Heaven and Hell 51-58), where it is shown that every angel, and also every man as to his interiors, if he be spiritual, is a heaven in its least form, corresponding to heaven in its greatest form. For this reason where the Word treats of the creation of heaven and earth, the internal and external church is in general meant, and, in particular, the internal and external man, that is the spiritual and natural man. From these things it is evident that the heavens and those that dwell in them signify all who are there, and also those men who are becoming spiritual by the reception of Divine Truth in doctrine and life.

  
/ 1232  
  

Translation by Isaiah Tansley. Many thanks to the Swedenborg Society for the permission to use this translation.

The Bible

 

Jeremiah 19:9

Study

       

9 I will cause them to eat the flesh of their sons and the flesh of their daughters; and they shall eat everyone the flesh of his friend, in the siege and in the distress, with which their enemies, and those who seek their life, shall distress them.