Bibla

 

1 Samuel 12

Studimi

   

1 καὶ εἶπεν σαμουηλ πρὸς πάντα ἄνδρα ισραηλ ἰδοὺ ἤκουσα φωνῆς ὑμῶν εἰς πάντα ὅσα εἴπατέ μοι καὶ ἐβασίλευσα ἐφ' ὑμᾶς βασιλέα

2 καὶ νῦν ἰδοὺ ὁ βασιλεὺς διαπορεύεται ἐνώπιον ὑμῶν κἀγὼ γεγήρακα καὶ καθήσομαι καὶ οἱ υἱοί μου ἰδοὺ ἐν ὑμῖν κἀγὼ ἰδοὺ διελήλυθα ἐνώπιον ὑμῶν ἐκ νεότητός μου καὶ ἕως τῆς ἡμέρας ταύτης

3 ἰδοὺ ἐγώ ἀποκρίθητε κατ' ἐμοῦ ἐνώπιον κυρίου καὶ ἐνώπιον χριστοῦ αὐτοῦ μόσχον τίνος εἴληφα ἢ ὄνον τίνος εἴληφα ἢ τίνα κατεδυνάστευσα ὑμῶν ἢ τίνα ἐξεπίεσα ἢ ἐκ χειρὸς τίνος εἴληφα ἐξίλασμα καὶ ὑπόδημα ἀποκρίθητε κατ' ἐμοῦ καὶ ἀποδώσω ὑμῖν

4 καὶ εἶπαν πρὸς σαμουηλ οὐκ ἠδίκησας ἡμᾶς καὶ οὐ κατεδυνάστευσας καὶ οὐκ ἔθλασας ἡμᾶς καὶ οὐκ εἴληφας ἐκ χειρὸς οὐδενὸς οὐδέν

5 καὶ εἶπεν σαμουηλ πρὸς τὸν λαόν μάρτυς κύριος ἐν ὑμῖν καὶ μάρτυς χριστὸς αὐτοῦ σήμερον ἐν ταύτῃ τῇ ἡμέρᾳ ὅτι οὐχ εὑρήκατε ἐν χειρί μου οὐθέν καὶ εἶπαν μάρτυς

6 καὶ εἶπεν σαμουηλ πρὸς τὸν λαὸν λέγων μάρτυς κύριος ὁ ποιήσας τὸν μωυσῆν καὶ τὸν ααρων ὁ ἀναγαγὼν τοὺς πατέρας ἡμῶν ἐξ αἰγύπτου

7 καὶ νῦν κατάστητε καὶ δικάσω ὑμᾶς ἐνώπιον κυρίου καὶ ἀπαγγελῶ ὑμῖν τὴν πᾶσαν δικαιοσύνην κυρίου ἃ ἐποίησεν ἐν ὑμῖν καὶ ἐν τοῖς πατράσιν ὑμῶν

8 ὡς εἰσῆλθεν ιακωβ καὶ οἱ υἱοὶ αὐτοῦ εἰς αἴγυπτον καὶ ἐταπείνωσεν αὐτοὺς αἴγυπτος καὶ ἐβόησαν οἱ πατέρες ἡμῶν πρὸς κύριον καὶ ἀπέστειλεν κύριος τὸν μωυσῆν καὶ τὸν ααρων καὶ ἐξήγαγεν τοὺς πατέρας ἡμῶν ἐξ αἰγύπτου καὶ κατῴκισεν αὐτοὺς ἐν τῷ τόπῳ τούτῳ

9 καὶ ἐπελάθοντο κυρίου τοῦ θεοῦ αὐτῶν καὶ ἀπέδοτο αὐτοὺς εἰς χεῖρας σισαρα ἀρχιστρατήγου ιαβιν βασιλέως ασωρ καὶ εἰς χεῖρας ἀλλοφύλων καὶ εἰς χεῖρας βασιλέως μωαβ καὶ ἐπολέμησαν ἐν αὐτοῖς

10 καὶ ἐβόησαν πρὸς κύριον καὶ ἔλεγον ἡμάρτομεν ὅτι ἐγκατελίπομεν τὸν κύριον καὶ ἐδουλεύσαμεν τοῖς βααλιμ καὶ τοῖς ἄλσεσιν καὶ νῦν ἐξελοῦ ἡμᾶς ἐκ χειρὸς ἐχθρῶν ἡμῶν καὶ δουλεύσομέν σοι

11 καὶ ἀπέστειλεν κύριος τὸν ιεροβααλ καὶ τὸν βαρακ καὶ τὸν ιεφθαε καὶ τὸν σαμουηλ καὶ ἐξείλατο ὑμᾶς ἐκ χειρὸς ἐχθρῶν ὑμῶν τῶν κυκλόθεν καὶ κατῳκεῖτε πεποιθότες

12 καὶ εἴδετε ὅτι ναας βασιλεὺς υἱῶν αμμων ἦλθεν ἐφ' ὑμᾶς καὶ εἴπατε οὐχί ἀλλ' ἢ ὅτι βασιλεὺς βασιλεύσει ἐφ' ἡμῶν καὶ κύριος ὁ θεὸς ἡμῶν βασιλεὺς ἡμῶν

13 καὶ νῦν ἰδοὺ ὁ βασιλεύς ὃν ἐξελέξασθε καὶ ἰδοὺ δέδωκεν κύριος ἐφ' ὑμᾶς βασιλέα

14 ἐὰν φοβηθῆτε τὸν κύριον καὶ δουλεύσητε αὐτῷ καὶ ἀκούσητε τῆς φωνῆς αὐτοῦ καὶ μὴ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἦτε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὁ βασιλεύων ἐφ' ὑμῶν ὀπίσω κυρίου πορευόμενοι

15 ἐὰν δὲ μὴ ἀκούσητε τῆς φωνῆς κυρίου καὶ ἐρίσητε τῷ στόματι κυρίου καὶ ἔσται χεὶρ κυρίου ἐπὶ ὑμᾶς καὶ ἐπὶ τὸν βασιλέα ὑμῶν

16 καὶ νῦν κατάστητε καὶ ἴδετε τὸ ῥῆμα τὸ μέγα τοῦτο ὃ ὁ κύριος ποιήσει ἐν ὀφθαλμοῖς ὑμῶν

17 οὐχὶ θερισμὸς πυρῶν σήμερον ἐπικαλέσομαι κύριον καὶ δώσει φωνὰς καὶ ὑετόν καὶ γνῶτε καὶ ἴδετε ὅτι ἡ κακία ὑμῶν μεγάλη ἣν ἐποιήσατε ἐνώπιον κυρίου αἰτήσαντες ἑαυτοῖς βασιλέα

18 καὶ ἐπεκαλέσατο σαμουηλ τὸν κύριον καὶ ἔδωκεν κύριος φωνὰς καὶ ὑετὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἐφοβήθησαν πᾶς ὁ λαὸς τὸν κύριον σφόδρα καὶ τὸν σαμουηλ

19 καὶ εἶπαν πᾶς ὁ λαὸς πρὸς σαμουηλ πρόσευξαι ὑπὲρ τῶν δούλων σου πρὸς κύριον θεόν σου καὶ οὐ μὴ ἀποθάνωμεν ὅτι προστεθείκαμεν πρὸς πάσας τὰς ἁμαρτίας ἡμῶν κακίαν αἰτήσαντες ἑαυτοῖς βασιλέα

20 καὶ εἶπεν σαμουηλ πρὸς τὸν λαόν μὴ φοβεῖσθε ὑμεῖς πεποιήκατε τὴν πᾶσαν κακίαν ταύτην πλὴν μὴ ἐκκλίνητε ἀπὸ ὄπισθεν κυρίου καὶ δουλεύσατε τῷ κυρίῳ ἐν ὅλῃ καρδίᾳ ὑμῶν

21 καὶ μὴ παραβῆτε ὀπίσω τῶν μηθὲν ὄντων οἳ οὐ περανοῦσιν οὐθὲν καὶ οἳ οὐκ ἐξελοῦνται ὅτι οὐθέν εἰσιν

22 ὅτι οὐκ ἀπώσεται κύριος τὸν λαὸν αὐτοῦ διὰ τὸ ὄνομα αὐτοῦ τὸ μέγα ὅτι ἐπιεικέως κύριος προσελάβετο ὑμᾶς αὑτῷ εἰς λαόν

23 καὶ ἐμοὶ μηδαμῶς τοῦ ἁμαρτεῖν τῷ κυρίῳ ἀνιέναι τοῦ προσεύχεσθαι περὶ ὑμῶν καὶ δουλεύσω τῷ κυρίῳ καὶ δείξω ὑμῖν τὴν ὁδὸν τὴν ἀγαθὴν καὶ τὴν εὐθεῖαν

24 πλὴν φοβεῖσθε τὸν κύριον καὶ δουλεύσατε αὐτῷ ἐν ἀληθείᾳ καὶ ἐν ὅλῃ καρδίᾳ ὑμῶν ὅτι εἴδετε ἃ ἐμεγάλυνεν μεθ' ὑμῶν

25 καὶ ἐὰν κακίᾳ κακοποιήσητε καὶ ὑμεῖς καὶ ὁ βασιλεὺς ὑμῶν προστεθήσεσθε

   

Bibla

 

2 Kings 14

Studimi

   

1 ἐν ἔτει δευτέρῳ τῷ ιωας υἱῷ ιωαχας βασιλεῖ ισραηλ καὶ ἐβασίλευσεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα

2 υἱὸς εἴκοσι καὶ πέντε ἐτῶν ἦν ἐν τῷ βασιλεύειν αὐτὸν καὶ εἴκοσι καὶ ἐννέα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ ὄνομα τῆς μητρὸς αὐτοῦ ιωαδιν ἐξ ιερουσαλημ

3 καὶ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου πλὴν οὐχ ὡς δαυιδ ὁ πατὴρ αὐτοῦ κατὰ πάντα ὅσα ἐποίησεν ιωας ὁ πατὴρ αὐτοῦ ἐποίησεν

4 πλὴν τὰ ὑψηλὰ οὐκ ἐξῆρεν ἔτι ὁ λαὸς ἐθυσίαζεν καὶ ἐθυμίων ἐν τοῖς ὑψηλοῖς

5 καὶ ἐγένετο ὅτε κατίσχυσεν ἡ βασιλεία ἐν χειρὶ αὐτοῦ καὶ ἐπάταξεν τοὺς δούλους αὐτοῦ τοὺς πατάξαντας τὸν πατέρα αὐτοῦ

6 καὶ τοὺς υἱοὺς τῶν παταξάντων οὐκ ἐθανάτωσεν καθὼς γέγραπται ἐν βιβλίῳ νόμων μωυσῆ ὡς ἐνετείλατο κύριος λέγων οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ υἱῶν καὶ υἱοὶ οὐκ ἀποθανοῦνται ὑπὲρ πατέρων ὅτι ἀλλ' ἢ ἕκαστος ἐν ταῖς ἁμαρτίαις αὐτοῦ ἀποθανεῖται

7 αὐτὸς ἐπάταξεν τὸν εδωμ ἐν γαιμελε δέκα χιλιάδας καὶ συνέλαβε τὴν πέτραν ἐν τῷ πολέμῳ καὶ ἐκάλεσεν τὸ ὄνομα αὐτῆς καθοηλ ἕως τῆς ἡμέρας ταύτης

8 τότε ἀπέστειλεν αμεσσιας ἀγγέλους πρὸς ιωας υἱὸν ιωαχας υἱοῦ ιου βασιλέως ισραηλ λέγων δεῦρο ὀφθῶμεν προσώποις

9 καὶ ἀπέστειλεν ιωας βασιλεὺς ισραηλ πρὸς αμεσσιαν βασιλέα ιουδα λέγων ὁ ακαν ὁ ἐν τῷ λιβάνῳ ἀπέστειλεν πρὸς τὴν κέδρον τὴν ἐν τῷ λιβάνῳ λέγων δὸς τὴν θυγατέρα σου τῷ υἱῷ μου εἰς γυναῖκα καὶ διῆλθον τὰ θηρία τοῦ ἀγροῦ τὰ ἐν τῷ λιβάνῳ καὶ συνεπάτησαν τὸν ακανα

10 τύπτων ἐπάταξας τὴν ιδουμαίαν καὶ ἐπῆρέν σε ἡ καρδία σου ἐνδοξάσθητι καθήμενος ἐν τῷ οἴκῳ σου καὶ ἵνα τί ἐρίζεις ἐν κακίᾳ σου καὶ πεσῇ σὺ καὶ ιουδας μετὰ σοῦ

11 καὶ οὐκ ἤκουσεν αμεσσιας καὶ ἀνέβη ὁ βασιλεὺς ισραηλ καὶ ὤφθησαν προσώποις αὐτὸς καὶ αμεσσιας βασιλεὺς ιουδα ἐν βαιθσαμυς τῇ τοῦ ιουδα

12 καὶ ἔπταισεν ιουδας ἀπὸ προσώπου ισραηλ καὶ ἔφυγεν ἀνὴρ εἰς τὸ σκήνωμα αὐτοῦ

13 καὶ τὸν αμεσσιαν υἱὸν ιωας υἱοῦ οχοζιου βασιλέα ιουδα συνέλαβεν ιωας υἱὸς ιωαχας βασιλεὺς ισραηλ ἐν βαιθσαμυς καὶ ἦλθεν εἰς ιερουσαλημ καὶ καθεῖλεν ἐν τῷ τείχει ιερουσαλημ ἐν τῇ πύλῃ εφραιμ ἕως πύλης τῆς γωνίας τετρακοσίους πήχεις

14 καὶ ἔλαβεν τὸ χρυσίον καὶ τὸ ἀργύριον καὶ πάντα τὰ σκεύη τὰ εὑρεθέντα ἐν οἴκῳ κυρίου καὶ ἐν θησαυροῖς οἴκου τοῦ βασιλέως καὶ τοὺς υἱοὺς τῶν συμμίξεων καὶ ἀπέστρεψεν εἰς σαμάρειαν

15 καὶ τὰ λοιπὰ τῶν λόγων ιωας ὅσα ἐποίησεν ἐν δυναστείᾳ αὐτοῦ ἃ ἐπολέμησεν μετὰ αμεσσιου βασιλέως ιουδα οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ

16 καὶ ἐκοιμήθη ιωας μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν σαμαρείᾳ μετὰ τῶν βασιλέων ισραηλ καὶ ἐβασίλευσεν ιεροβοαμ υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ

17 καὶ ἔζησεν αμεσσιας υἱὸς ιωας βασιλεὺς ιουδα μετὰ τὸ ἀποθανεῖν ιωας υἱὸν ιωαχας βασιλέα ισραηλ πεντεκαίδεκα ἔτη

18 καὶ τὰ λοιπὰ τῶν λόγων αμεσσιου καὶ πάντα ἃ ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα

19 καὶ συνεστράφησαν ἐπ' αὐτὸν σύστρεμμα ἐν ιερουσαλημ καὶ ἔφυγεν εἰς λαχις καὶ ἀπέστειλαν ὀπίσω αὐτοῦ εἰς λαχις καὶ ἐθανάτωσαν αὐτὸν ἐκεῖ

20 καὶ ἦραν αὐτὸν ἐφ' ἵππων καὶ ἐτάφη ἐν ιερουσαλημ μετὰ τῶν πατέρων αὐτοῦ ἐν πόλει δαυιδ

21 καὶ ἔλαβεν πᾶς ὁ λαὸς ιουδα τὸν αζαριαν καὶ αὐτὸς υἱὸς ἑκκαίδεκα ἐτῶν καὶ ἐβασίλευσαν αὐτὸν ἀντὶ τοῦ πατρὸς αὐτοῦ αμεσσιου

22 αὐτὸς ᾠκοδόμησεν τὴν αιλωθ καὶ ἐπέστρεψεν αὐτὴν τῷ ιουδα μετὰ τὸ κοιμηθῆναι τὸν βασιλέα μετὰ τῶν πατέρων αὐτοῦ

23 ἐν ἔτει πεντεκαιδεκάτῳ τοῦ αμεσσιου υἱοῦ ιωας βασιλέως ιουδα ἐβασίλευσεν ιεροβοαμ υἱὸς ιωας ἐπὶ ισραηλ ἐν σαμαρείᾳ τεσσαράκοντα καὶ ἓν ἔτος

24 καὶ ἐποίησεν τὸ πονηρὸν ἐνώπιον κυρίου οὐκ ἀπέστη ἀπὸ πασῶν ἁμαρτιῶν ιεροβοαμ υἱοῦ ναβατ ὃς ἐξήμαρτεν τὸν ισραηλ

25 αὐτὸς ἀπέστησεν τὸ ὅριον ισραηλ ἀπὸ εἰσόδου αιμαθ ἕως τῆς θαλάσσης τῆς αραβα κατὰ τὸ ῥῆμα κυρίου θεοῦ ισραηλ ὃ ἐλάλησεν ἐν χειρὶ δούλου αὐτοῦ ιωνα υἱοῦ αμαθι τοῦ προφήτου τοῦ ἐκ γεθχοβερ

26 ὅτι εἶδεν κύριος τὴν ταπείνωσιν ισραηλ πικρὰν σφόδρα καὶ ὀλιγοστοὺς συνεχομένους καὶ ἐσπανισμένους καὶ ἐγκαταλελειμμένους καὶ οὐκ ἦν ὁ βοηθῶν τῷ ισραηλ

27 καὶ οὐκ ἐλάλησεν κύριος ἐξαλεῖψαι τὸ σπέρμα ισραηλ ὑποκάτωθεν τοῦ οὐρανοῦ καὶ ἔσωσεν αὐτοὺς διὰ χειρὸς ιεροβοαμ υἱοῦ ιωας

28 καὶ τὰ λοιπὰ τῶν λόγων ιεροβοαμ καὶ πάντα ὅσα ἐποίησεν καὶ αἱ δυναστεῖαι αὐτοῦ ὅσα ἐπολέμησεν καὶ ὅσα ἐπέστρεψεν τὴν δαμασκὸν καὶ τὴν αιμαθ τῷ ιουδα ἐν ισραηλ οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ισραηλ

29 καὶ ἐκοιμήθη ιεροβοαμ μετὰ τῶν πατέρων αὐτοῦ μετὰ βασιλέων ισραηλ καὶ ἐβασίλευσεν αζαριας υἱὸς αμεσσιου ἀντὶ τοῦ πατρὸς αὐτοῦ