Bibla

 

1 Samuel 11

Studimi

   

1 καὶ ἐγενήθη ὡς μετὰ μῆνα καὶ ἀνέβη ναας ὁ αμμανίτης καὶ παρεμβάλλει ἐπὶ ιαβις γαλααδ καὶ εἶπον πάντες οἱ ἄνδρες ιαβις πρὸς ναας τὸν αμμανίτην διάθου ἡμῖν διαθήκην καὶ δουλεύσομέν σοι

2 καὶ εἶπεν πρὸς αὐτοὺς ναας ὁ αμμανίτης ἐν ταύτῃ διαθήσομαι ὑμῖν διαθήκην ἐν τῷ ἐξορύξαι ὑμῶν πάντα ὀφθαλμὸν δεξιόν καὶ θήσομαι ὄνειδος ἐπὶ ισραηλ

3 καὶ λέγουσιν αὐτῷ οἱ ἄνδρες ιαβις ἄνες ἡμῖν ἑπτὰ ἡμέρας καὶ ἀποστελοῦμεν ἀγγέλους εἰς πᾶν ὅριον ισραηλ ἐὰν μὴ ᾖ ὁ σῴζων ἡμᾶς ἐξελευσόμεθα πρὸς ὑμᾶς

4 καὶ ἔρχονται οἱ ἄγγελοι εἰς γαβαα πρὸς σαουλ καὶ λαλοῦσιν τοὺς λόγους εἰς τὰ ὦτα τοῦ λαοῦ καὶ ἦραν πᾶς ὁ λαὸς τὴν φωνὴν αὐτῶν καὶ ἔκλαυσαν

5 καὶ ἰδοὺ σαουλ ἤρχετο μετὰ τὸ πρωὶ ἐξ ἀγροῦ καὶ εἶπεν σαουλ τί ὅτι κλαίει ὁ λαός καὶ διηγοῦνται αὐτῷ τὰ ῥήματα τῶν υἱῶν ιαβις

6 καὶ ἐφήλατο πνεῦμα κυρίου ἐπὶ σαουλ ὡς ἤκουσεν τὰ ῥήματα ταῦτα καὶ ἐθυμώθη ἐπ' αὐτοὺς ὀργὴ αὐτοῦ σφόδρα

7 καὶ ἔλαβεν δύο βόας καὶ ἐμέλισεν αὐτὰς καὶ ἀπέστειλεν εἰς πᾶν ὅριον ισραηλ ἐν χειρὶ ἀγγέλων λέγων ὃς οὐκ ἔστιν ἐκπορευόμενος ὀπίσω σαουλ καὶ ὀπίσω σαμουηλ κατὰ τάδε ποιήσουσιν τοῖς βουσὶν αὐτοῦ καὶ ἐπῆλθεν ἔκστασις κυρίου ἐπὶ τὸν λαὸν ισραηλ καὶ ἐβόησαν ὡς ἀνὴρ εἷς

8 καὶ ἐπισκέπτεται αὐτοὺς αβιεζεκ ἐν βαμα πᾶν ἄνδρα ισραηλ ἑξακοσίας χιλιάδας καὶ ἄνδρας ιουδα ἑβδομήκοντα χιλιάδας

9 καὶ εἶπεν τοῖς ἀγγέλοις τοῖς ἐρχομένοις τάδε ἐρεῖτε τοῖς ἀνδράσιν ιαβις αὔριον ὑμῖν ἡ σωτηρία διαθερμάναντος τοῦ ἡλίου καὶ ἦλθον οἱ ἄγγελοι εἰς τὴν πόλιν καὶ ἀπαγγέλλουσιν τοῖς ἀνδράσιν ιαβις καὶ εὐφράνθησαν

10 καὶ εἶπαν οἱ ἄνδρες ιαβις πρὸς ναας τὸν αμμανίτην αὔριον ἐξελευσόμεθα πρὸς ὑμᾶς καὶ ποιήσετε ἡμῖν τὸ ἀγαθὸν ἐνώπιον ὑμῶν

11 καὶ ἐγενήθη μετὰ τὴν αὔριον καὶ ἔθετο σαουλ τὸν λαὸν εἰς τρεῖς ἀρχάς καὶ εἰσπορεύονται μέσον τῆς παρεμβολῆς ἐν φυλακῇ τῇ πρωινῇ καὶ ἔτυπτον τοὺς υἱοὺς αμμων ἕως διεθερμάνθη ἡ ἡμέρα καὶ ἐγενήθησαν οἱ ὑπολελειμμένοι διεσπάρησαν καὶ οὐχ ὑπελείφθησαν ἐν αὐτοῖς δύο κατὰ τὸ αὐτό

12 καὶ εἶπεν ὁ λαὸς πρὸς σαμουηλ τίς ὁ εἴπας ὅτι σαουλ οὐ βασιλεύσει ἡμῶν παράδος τοὺς ἄνδρας καὶ θανατώσομεν αὐτούς

13 καὶ εἶπεν σαουλ οὐκ ἀποθανεῖται οὐδεὶς ἐν τῇ ἡμέρᾳ ταύτῃ ὅτι σήμερον κύριος ἐποίησεν σωτηρίαν ἐν ισραηλ

14 καὶ εἶπεν σαμουηλ πρὸς τὸν λαὸν λέγων πορευθῶμεν εἰς γαλγαλα καὶ ἐγκαινίσωμεν ἐκεῖ τὴν βασιλείαν

15 καὶ ἐπορεύθη πᾶς ὁ λαὸς εἰς γαλγαλα καὶ ἔχρισεν σαμουηλ ἐκεῖ τὸν σαουλ εἰς βασιλέα ἐνώπιον κυρίου ἐν γαλγαλοις καὶ ἔθυσεν ἐκεῖ θυσίας καὶ εἰρηνικὰς ἐνώπιον κυρίου καὶ εὐφράνθη σαμουηλ καὶ πᾶς ισραηλ ὥστε λίαν

   

Bibla

 

1 Samuel 8

Studimi

   

1 καὶ ἐγένετο ὡς ἐγήρασεν σαμουηλ καὶ κατέστησεν τοὺς υἱοὺς αὐτοῦ δικαστὰς τῷ ισραηλ

2 καὶ ταῦτα τὰ ὀνόματα τῶν υἱῶν αὐτοῦ πρωτότοκος ιωηλ καὶ ὄνομα τοῦ δευτέρου αβια δικασταὶ ἐν βηρσαβεε

3 καὶ οὐκ ἐπορεύθησαν οἱ υἱοὶ αὐτοῦ ἐν ὁδῷ αὐτοῦ καὶ ἐξέκλιναν ὀπίσω τῆς συντελείας καὶ ἐλάμβανον δῶρα καὶ ἐξέκλινον δικαιώματα

4 καὶ συναθροίζονται ἄνδρες ισραηλ καὶ παραγίνονται εἰς αρμαθαιμ πρὸς σαμουηλ

5 καὶ εἶπαν αὐτῷ ἰδοὺ σὺ γεγήρακας καὶ οἱ υἱοί σου οὐ πορεύονται ἐν τῇ ὁδῷ σου καὶ νῦν κατάστησον ἐφ' ἡμᾶς βασιλέα δικάζειν ἡμᾶς καθὰ καὶ τὰ λοιπὰ ἔθνη

6 καὶ ἦν πονηρὸν τὸ ῥῆμα ἐν ὀφθαλμοῖς σαμουηλ ὡς εἶπαν δὸς ἡμῖν βασιλέα δικάζειν ἡμᾶς καὶ προσηύξατο σαμουηλ πρὸς κύριον

7 καὶ εἶπεν κύριος πρὸς σαμουηλ ἄκουε τῆς φωνῆς τοῦ λαοῦ καθὰ ἂν λαλήσωσίν σοι ὅτι οὐ σὲ ἐξουθενήκασιν ἀλλ' ἢ ἐμὲ ἐξουδενώκασιν τοῦ μὴ βασιλεύειν ἐπ' αὐτῶν

8 κατὰ πάντα τὰ ποιήματα ἃ ἐποίησάν μοι ἀφ' ἧς ἡμέρας ἀνήγαγον αὐτοὺς ἐξ αἰγύπτου ἕως τῆς ἡμέρας ταύτης καὶ ἐγκατέλιπόν με καὶ ἐδούλευον θεοῖς ἑτέροις οὕτως αὐτοὶ ποιοῦσιν καὶ σοί

9 καὶ νῦν ἄκουε τῆς φωνῆς αὐτῶν πλὴν ὅτι διαμαρτυρόμενος διαμαρτύρῃ αὐτοῖς καὶ ἀπαγγελεῖς αὐτοῖς τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐπ' αὐτούς

10 καὶ εἶπεν σαμουηλ πᾶν τὸ ῥῆμα κυρίου πρὸς τὸν λαὸν τοὺς αἰτοῦντας παρ' αὐτοῦ βασιλέα

11 καὶ εἶπεν τοῦτο ἔσται τὸ δικαίωμα τοῦ βασιλέως ὃς βασιλεύσει ἐφ' ὑμᾶς τοὺς υἱοὺς ὑμῶν λήμψεται καὶ θήσεται αὐτοὺς ἐν ἅρμασιν αὐτοῦ καὶ ἱππεῦσιν αὐτοῦ καὶ προτρέχοντας τῶν ἁρμάτων αὐτοῦ

12 καὶ θέσθαι αὐτοὺς ἑαυτῷ χιλιάρχους καὶ ἑκατοντάρχους καὶ θερίζειν θερισμὸν αὐτοῦ καὶ τρυγᾶν τρυγητὸν αὐτοῦ καὶ ποιεῖν σκεύη πολεμικὰ αὐτοῦ καὶ σκεύη ἁρμάτων αὐτοῦ

13 καὶ τὰς θυγατέρας ὑμῶν λήμψεται εἰς μυρεψοὺς καὶ εἰς μαγειρίσσας καὶ εἰς πεσσούσας

14 καὶ τοὺς ἀγροὺς ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν καὶ τοὺς ἐλαιῶνας ὑμῶν τοὺς ἀγαθοὺς λήμψεται καὶ δώσει τοῖς δούλοις αὐτοῦ

15 καὶ τὰ σπέρματα ὑμῶν καὶ τοὺς ἀμπελῶνας ὑμῶν ἀποδεκατώσει καὶ δώσει τοῖς εὐνούχοις αὐτοῦ καὶ τοῖς δούλοις αὐτοῦ

16 καὶ τοὺς δούλους ὑμῶν καὶ τὰς δούλας ὑμῶν καὶ τὰ βουκόλια ὑμῶν τὰ ἀγαθὰ καὶ τοὺς ὄνους ὑμῶν λήμψεται καὶ ἀποδεκατώσει εἰς τὰ ἔργα αὐτοῦ

17 καὶ τὰ ποίμνια ὑμῶν ἀποδεκατώσει καὶ ὑμεῖς ἔσεσθε αὐτῷ δοῦλοι

18 καὶ βοήσεσθε ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ προσώπου βασιλέως ὑμῶν οὗ ἐξελέξασθε ἑαυτοῖς καὶ οὐκ ἐπακούσεται κύριος ὑμῶν ἐν ταῖς ἡμέραις ἐκείναις ὅτι ὑμεῖς ἐξελέξασθε ἑαυτοῖς βασιλέα

19 καὶ οὐκ ἠβούλετο ὁ λαὸς ἀκοῦσαι τοῦ σαμουηλ καὶ εἶπαν αὐτῷ οὐχί ἀλλ' ἢ βασιλεὺς ἔσται ἐφ' ἡμᾶς

20 καὶ ἐσόμεθα καὶ ἡμεῖς κατὰ πάντα τὰ ἔθνη καὶ δικάσει ἡμᾶς βασιλεὺς ἡμῶν καὶ ἐξελεύσεται ἔμπροσθεν ἡμῶν καὶ πολεμήσει τὸν πόλεμον ἡμῶν

21 καὶ ἤκουσεν σαμουηλ πάντας τοὺς λόγους τοῦ λαοῦ καὶ ἐλάλησεν αὐτοὺς εἰς τὰ ὦτα κυρίου

22 καὶ εἶπεν κύριος πρὸς σαμουηλ ἄκουε τῆς φωνῆς αὐτῶν καὶ βασίλευσον αὐτοῖς βασιλέα καὶ εἶπεν σαμουηλ πρὸς ἄνδρας ισραηλ ἀποτρεχέτω ἕκαστος εἰς τὴν πόλιν αὐτοῦ