The Bible

 

Hosea 11

Study

   

1 διότι νήπιος ισραηλ καὶ ἐγὼ ἠγάπησα αὐτὸν καὶ ἐξ αἰγύπτου μετεκάλεσα τὰ τέκνα αὐτοῦ

2 καθὼς μετεκάλεσα αὐτούς οὕτως ἀπῴχοντο ἐκ προσώπου μου αὐτοὶ τοῖς βααλιμ ἔθυον καὶ τοῖς γλυπτοῖς ἐθυμίων

3 καὶ ἐγὼ συνεπόδισα τὸν εφραιμ ἀνέλαβον αὐτὸν ἐπὶ τὸν βραχίονά μου καὶ οὐκ ἔγνωσαν ὅτι ἴαμαι αὐτούς

4 ἐν διαφθορᾷ ἀνθρώπων ἐξέτεινα αὐτοὺς ἐν δεσμοῖς ἀγαπήσεώς μου καὶ ἔσομαι αὐτοῖς ὡς ῥαπίζων ἄνθρωπος ἐπὶ τὰς σιαγόνας αὐτοῦ καὶ ἐπιβλέψομαι πρὸς αὐτόν δυνήσομαι αὐτῷ

5 κατῴκησεν εφραιμ ἐν αἰγύπτῳ καὶ ασσουρ αὐτὸς βασιλεὺς αὐτοῦ ὅτι οὐκ ἠθέλησεν ἐπιστρέψαι

6 καὶ ἠσθένησεν ῥομφαία ἐν ταῖς πόλεσιν αὐτοῦ καὶ κατέπαυσεν ἐν ταῖς χερσὶν αὐτοῦ καὶ φάγονται ἐκ τῶν διαβουλίων αὐτῶν

7 καὶ ὁ λαὸς αὐτοῦ ἐπικρεμάμενος ἐκ τῆς κατοικίας αὐτοῦ καὶ ὁ θεὸς ἐπὶ τὰ τίμια αὐτοῦ θυμωθήσεται καὶ οὐ μὴ ὑψώσῃ αὐτόν

8 τί σε διαθῶ εφραιμ ὑπερασπιῶ σου ισραηλ τί σε διαθῶ ὡς αδαμα θήσομαί σε καὶ ὡς σεβωιμ μετεστράφη ἡ καρδία μου ἐν τῷ αὐτῷ συνεταράχθη ἡ μεταμέλειά μου

9 οὐ μὴ ποιήσω κατὰ τὴν ὀργὴν τοῦ θυμοῦ μου οὐ μὴ ἐγκαταλίπω τοῦ ἐξαλειφθῆναι τὸν εφραιμ διότι θεὸς ἐγώ εἰμι καὶ οὐκ ἄνθρωπος ἐν σοὶ ἅγιος καὶ οὐκ εἰσελεύσομαι εἰς πόλιν

10 ὀπίσω κυρίου πορεύσομαι ὡς λέων ἐρεύξεται ὅτι αὐτὸς ὠρύσεται καὶ ἐκστήσονται τέκνα ὑδάτων

11 καὶ ἐκστήσονται ὡς ὄρνεον ἐξ αἰγύπτου καὶ ὡς περιστερὰ ἐκ γῆς ἀσσυρίων καὶ ἀποκαταστήσω αὐτοὺς εἰς τοὺς οἴκους αὐτῶν λέγει κύριος

   

From Swedenborg's Works

 

The Inner Meaning of the Prophets and Psalms #194

  
/ 418  
  

194. Internal Meaning of Hosea, Chapter 11

1 That Israel, the Lord, was brought down into Egypt, means that they were instructed in the first principles of the church. (1, 13)

2 They were there in natural desire and knowledge [scientia]. (11)

3 They were instructed in cognitions and knowledges [scientiae]. (11, 2)

5-8 When they have become spiritual, they will no longer be natural, since they will thus destroy truths and the understanding of them; (11)

9-11 but from their having been in knowledges [scientiae] they will have intelligence from the Lord. (11)

12 The understanding of the Word was falsified, although the Word is the Lord's. (2)

  
/ 418  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.