The Bible

 

Genesis 26

Study

   

1 ἐγένετο δὲ λιμὸς ἐπὶ τῆς γῆς χωρὶς τοῦ λιμοῦ τοῦ πρότερον ὃς ἐγένετο ἐν τῷ χρόνῳ τῷ αβρααμ ἐπορεύθη δὲ ισαακ πρὸς αβιμελεχ βασιλέα φυλιστιιμ εἰς γεραρα

2 ὤφθη δὲ αὐτῷ κύριος καὶ εἶπεν μὴ καταβῇς εἰς αἴγυπτον κατοίκησον δὲ ἐν τῇ γῇ ᾗ ἄν σοι εἴπω

3 καὶ παροίκει ἐν τῇ γῇ ταύτῃ καὶ ἔσομαι μετὰ σοῦ καὶ εὐλογήσω σε σοὶ γὰρ καὶ τῷ σπέρματί σου δώσω πᾶσαν τὴν γῆν ταύτην καὶ στήσω τὸν ὅρκον μου ὃν ὤμοσα αβρααμ τῷ πατρί σου

4 καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ καὶ δώσω τῷ σπέρματί σου πᾶσαν τὴν γῆν ταύτην καὶ ἐνευλογηθήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς

5 ἀνθ' ὧν ὑπήκουσεν αβρααμ ὁ πατήρ σου τῆς ἐμῆς φωνῆς καὶ ἐφύλαξεν τὰ προστάγματά μου καὶ τὰς ἐντολάς μου καὶ τὰ δικαιώματά μου καὶ τὰ νόμιμά μου

6 καὶ κατῴκησεν ισαακ ἐν γεραροις

7 ἐπηρώτησαν δὲ οἱ ἄνδρες τοῦ τόπου περὶ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ καὶ εἶπεν ἀδελφή μού ἐστιν ἐφοβήθη γὰρ εἰπεῖν ὅτι γυνή μού ἐστιν μήποτε ἀποκτείνωσιν αὐτὸν οἱ ἄνδρες τοῦ τόπου περὶ ρεβεκκας ὅτι ὡραία τῇ ὄψει ἦν

8 ἐγένετο δὲ πολυχρόνιος ἐκεῖ παρακύψας δὲ αβιμελεχ ὁ βασιλεὺς γεραρων διὰ τῆς θυρίδος εἶδεν τὸν ισαακ παίζοντα μετὰ ρεβεκκας τῆς γυναικὸς αὐτοῦ

9 ἐκάλεσεν δὲ αβιμελεχ τὸν ισαακ καὶ εἶπεν αὐτῷ ἄρα γε γυνή σού ἐστιν τί ὅτι εἶπας ἀδελφή μού ἐστιν εἶπεν δὲ αὐτῷ ισαακ εἶπα γάρ μήποτε ἀποθάνω δι' αὐτήν

10 εἶπεν δὲ αὐτῷ αβιμελεχ τί τοῦτο ἐποίησας ἡμῖν μικροῦ ἐκοιμήθη τις τοῦ γένους μου μετὰ τῆς γυναικός σου καὶ ἐπήγαγες ἐφ' ἡμᾶς ἄγνοιαν

11 συνέταξεν δὲ αβιμελεχ παντὶ τῷ λαῷ αὐτοῦ λέγων πᾶς ὁ ἁπτόμενος τοῦ ἀνθρώπου τούτου ἢ τῆς γυναικὸς αὐτοῦ θανάτου ἔνοχος ἔσται

12 ἔσπειρεν δὲ ισαακ ἐν τῇ γῇ ἐκείνῃ καὶ εὗρεν ἐν τῷ ἐνιαυτῷ ἐκείνῳ ἑκατοστεύουσαν κριθήν εὐλόγησεν δὲ αὐτὸν κύριος

13 καὶ ὑψώθη ὁ ἄνθρωπος καὶ προβαίνων μείζων ἐγίνετο ἕως οὗ μέγας ἐγένετο σφόδρα

14 ἐγένετο δὲ αὐτῷ κτήνη προβάτων καὶ κτήνη βοῶν καὶ γεώργια πολλά ἐζήλωσαν δὲ αὐτὸν οἱ φυλιστιιμ

15 καὶ πάντα τὰ φρέατα ἃ ὤρυξαν οἱ παῖδες τοῦ πατρὸς αὐτοῦ ἐν τῷ χρόνῳ τοῦ πατρὸς αὐτοῦ ἐνέφραξαν αὐτὰ οἱ φυλιστιιμ καὶ ἔπλησαν αὐτὰ γῆς

16 εἶπεν δὲ αβιμελεχ πρὸς ισαακ ἄπελθε ἀφ' ἡμῶν ὅτι δυνατώτερος ἡμῶν ἐγένου σφόδρα

17 καὶ ἀπῆλθεν ἐκεῖθεν ισαακ καὶ κατέλυσεν ἐν τῇ φάραγγι γεραρων καὶ κατῴκησεν ἐκεῖ

18 καὶ πάλιν ισαακ ὤρυξεν τὰ φρέατα τοῦ ὕδατος ἃ ὤρυξαν οἱ παῖδες αβρααμ τοῦ πατρὸς αὐτοῦ καὶ ἐνέφραξαν αὐτὰ οἱ φυλιστιιμ μετὰ τὸ ἀποθανεῖν αβρααμ τὸν πατέρα αὐτοῦ καὶ ἐπωνόμασεν αὐτοῖς ὀνόματα κατὰ τὰ ὀνόματα ἃ ἐπωνόμασεν αβρααμ ὁ πατὴρ αὐτοῦ

19 καὶ ὤρυξαν οἱ παῖδες ισαακ ἐν τῇ φάραγγι γεραρων καὶ εὗρον ἐκεῖ φρέαρ ὕδατος ζῶντος

20 καὶ ἐμαχέσαντο οἱ ποιμένες γεραρων μετὰ τῶν ποιμένων ισαακ φάσκοντες αὐτῶν εἶναι τὸ ὕδωρ καὶ ἐκάλεσεν τὸ ὄνομα τοῦ φρέατος ἀδικία ἠδίκησαν γὰρ αὐτόν

21 ἀπάρας δὲ ισαακ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον ἐκρίνοντο δὲ καὶ περὶ ἐκείνου καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ ἐχθρία

22 ἀπάρας δὲ ἐκεῖθεν ὤρυξεν φρέαρ ἕτερον καὶ οὐκ ἐμαχέσαντο περὶ αὐτοῦ καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ εὐρυχωρία λέγων διότι νῦν ἐπλάτυνεν κύριος ἡμῖν καὶ ηὔξησεν ἡμᾶς ἐπὶ τῆς γῆς

23 ἀνέβη δὲ ἐκεῖθεν ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου

24 καὶ ὤφθη αὐτῷ κύριος ἐν τῇ νυκτὶ ἐκείνῃ καὶ εἶπεν ἐγώ εἰμι ὁ θεὸς αβρααμ τοῦ πατρός σου μὴ φοβοῦ μετὰ σοῦ γάρ εἰμι καὶ ηὐλόγηκά σε καὶ πληθυνῶ τὸ σπέρμα σου διὰ αβρααμ τὸν πατέρα σου

25 καὶ ᾠκοδόμησεν ἐκεῖ θυσιαστήριον καὶ ἐπεκαλέσατο τὸ ὄνομα κυρίου καὶ ἔπηξεν ἐκεῖ τὴν σκηνὴν αὐτοῦ ὤρυξαν δὲ ἐκεῖ οἱ παῖδες ισαακ φρέαρ

26 καὶ αβιμελεχ ἐπορεύθη πρὸς αὐτὸν ἀπὸ γεραρων καὶ οχοζαθ ὁ νυμφαγωγὸς αὐτοῦ καὶ φικολ ὁ ἀρχιστράτηγος τῆς δυνάμεως αὐτοῦ

27 καὶ εἶπεν αὐτοῖς ισαακ ἵνα τί ἤλθατε πρός με ὑμεῖς δὲ ἐμισήσατέ με καὶ ἀπεστείλατέ με ἀφ' ὑμῶν

28 καὶ εἶπαν ἰδόντες ἑωράκαμεν ὅτι ἦν κύριος μετὰ σοῦ καὶ εἴπαμεν γενέσθω ἀρὰ ἀνὰ μέσον ἡμῶν καὶ ἀνὰ μέσον σοῦ καὶ διαθησόμεθα μετὰ σοῦ διαθήκην

29 μὴ ποιήσειν μεθ' ἡμῶν κακόν καθότι ἡμεῖς σε οὐκ ἐβδελυξάμεθα καὶ ὃν τρόπον ἐχρησάμεθά σοι καλῶς καὶ ἐξαπεστείλαμέν σε μετ' εἰρήνης καὶ νῦν σὺ εὐλογητὸς ὑπὸ κυρίου

30 καὶ ἐποίησεν αὐτοῖς δοχήν καὶ ἔφαγον καὶ ἔπιον

31 καὶ ἀναστάντες τὸ πρωὶ ὤμοσαν ἄνθρωπος τῷ πλησίον αὐτοῦ καὶ ἐξαπέστειλεν αὐτοὺς ισαακ καὶ ἀπῴχοντο ἀπ' αὐτοῦ μετὰ σωτηρίας

32 ἐγένετο δὲ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ παραγενόμενοι οἱ παῖδες ισαακ ἀπήγγειλαν αὐτῷ περὶ τοῦ φρέατος οὗ ὤρυξαν καὶ εἶπαν οὐχ εὕρομεν ὕδωρ

33 καὶ ἐκάλεσεν αὐτὸ ὅρκος διὰ τοῦτο ὄνομα τῇ πόλει φρέαρ ὅρκου ἕως τῆς σήμερον ἡμέρας

34 ἦν δὲ ησαυ ἐτῶν τεσσαράκοντα καὶ ἔλαβεν γυναῖκα ιουδιν τὴν θυγατέρα βεηρ τοῦ χετταίου καὶ τὴν βασεμμαθ θυγατέρα αιλων τοῦ ευαίου

35 καὶ ἦσαν ἐρίζουσαι τῷ ισαακ καὶ τῇ ρεβεκκα

   

From Swedenborg's Works

 

Arcana Coelestia #3405

Study this Passage

  
/ 10837  
  

3405. And found in that year a hundred measures. That this signifies abundance, is evident from the signification of “year,” as being the entire state that is treated of (n. 487, 488, 493, 893); from the signification of a “hundred,” as being much and full (n. 2636); and from the signification of “measure,” as being the state of a thing as to truth (n. 3104). All these things collected into a one signify the abundance of truth. In the supreme sense here, as everywhere, the subject treated of is the Lord-that He too when in the maternal human was in appearances of truth; but that as He put off this human, He put off the appearances also, and put on the infinite and eternal Divine Itself. But in the internal or relative sense the subject is appearances of a higher degree which exist with the angels, as above stated, the abundance of which is signified by the finding in that year of a hundred measures. With appearances of truth, or with truths from the Divine, the case is that such as are of a higher degree immeasurably surpass those which are in a lower degree, both in abundance and in perfection; for myriads, nay myriads of myriads of things which are distinctively perceived by those who are in a higher degree, appear only as one thing to those who are in a lower degree; for lower things are nothing but the composites of higher things, as may be inferred from the memories in man, the interior of which, because in a higher degree, so immeasurably excels the exterior one which is in a lower degree (n. 2473, 2474). From this we can see how great is the angelic wisdom in comparison with that of man; the angels of the third heaven being in the fourth degree above man; concerning which wisdom therefore nothing can be told except that it is incomprehensible, nay, ineffable.

  
/ 10837  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.