Ezekiel 48

Study the Inner Meaning

Greek OT: LXX [A] Unaccented         

← Ezekiel 47   Daniel 1 →

1 και ταυτα τα ονοματα των φυλων απο της αρχης της προς βορραν κατα το μερος της καταβασεως του περισχιζοντος επι την εισοδον της ημαθ αυλης του αιναν οριον δαμασκου προς βορραν κατα μερος ημαθ αυλης και εσται αυτοις τα προς ανατολας εως προς θαλασσαν δαν μια

2 και απο των οριων του δαν τα προς ανατολας εως των προς θαλασσαν ασηρ μια

3 και απο των οριων ασηρ απο των προς ανατολας εως των προς θαλασσαν νεφθαλιμ μια

4 και απο των οριων νεφθαλι απο των προς ανατολας εως των προς θαλασσαν μανασση μια

5 και απο των οριων μανασση απο των προς ανατολας εως των προς θαλασσαν εφραιμ μια

6 και απο των οριων εφραιμ απο των προς ανατολας εως των προς θαλασσαν ρουβην μια

7 και απο των οριων ρουβην απο των προς ανατολας εως των προς θαλασσαν ιουδα μια

8 και απο των οριων ιουδα απο των προς ανατολας εως των προς θαλασσαν εσται η απαρχη του αφορισμου πεντε και εικοσι χιλιαδες ευρος και μηκος καθως μια των μεριδων απο των προς ανατολας και εως των προς θαλασσαν και εσται το αγιον εν μεσω αυτων

9 απαρχη ην αφοριουσι τω κυριω μηκος πεντε και εικοσι χιλιαδες και ευρος εικοσι και πεντε χιλιαδες

10 τουτων εσται η απαρχη των αγιων τοις ιερευσιν προς βορραν πεντε και εικοσι χιλιαδες και προς θαλασσαν πλατος δεκα χιλιαδες και προς ανατολας πλατος δεκα χιλιαδες και προς νοτον μηκος εικοσι και πεντε χιλιαδες και το ορος των αγιων εσται εν μεσω αυτου

11 τοις ιερευσι τοις ηγιασμενοις υιοις σαδδουκ τοις φυλασσουσι τας φυλακας του οικου οιτινες ουκ επλανηθησαν εν τη πλανησει υιων ισραηλ ον τροπον επλανηθησαν οι λευιται

12 και εσται αυτοις η απαρχη δεδομενη εκ των απαρχων της γης αγιον αγιων απο των οριων των λευιτων

13 τοις δε λευιταις τα εχομενα των οριων των ιερεων μηκος πεντε και εικοσι χιλιαδες και ευρος δεκα χιλιαδες παν το μηκος πεντε και εικοσι χιλιαδες και ευρος εικοσι χιλιαδες

14 ου πραθησεται εξ αυτου ουδε καταμετρηθησεται ουδε αφαιρεθησεται τα πρωτογενηματα της γης οτι αγιον εστιν τω κυριω

15 τας δε πεντε χιλιαδας τας περισσας επι τω πλατει επι ταις πεντε και εικοσι χιλιασιν προτειχισμα εσται τη πολει εις την κατοικιαν και εις διαστημα αυτου και εσται η πολις εν μεσω αυτου

16 και ταυτα τα μετρα αυτης απο των προς βορραν πεντακοσιοι και τετρακισχιλιοι και απο των προς νοτον πεντακοσιοι και τεσσαρες χιλιαδες και απο των προς ανατολας πεντακοσιοι και τεσσαρες χιλιαδες και απο των προς θαλασσαν τετρακισχιλιους πεντακοσιους

17 και εσται διαστημα τη πολει προς βορραν διακοσιοι πεντηκοντα και προς νοτον διακοσιοι και πεντηκοντα και προς ανατολας διακοσιοι πεντηκοντα και προς θαλασσαν διακοσιοι πεντηκοντα

18 και το περισσον του μηκους το εχομενον των απαρχων των αγιων δεκα χιλιαδες προς ανατολας και δεκα χιλιαδες προς θαλασσαν και εσονται αι απαρχαι του αγιου και εσται τα γενηματα αυτης εις αρτους τοις εργαζομενοις την πολιν

19 οι δε εργαζομενοι την πολιν εργωνται αυτην εκ πασων των φυλων του ισραηλ

20 πασα η απαρχη πεντε και εικοσι χιλιαδες επι πεντε και εικοσι χιλιαδας τετραγωνον αφοριειτε αυτου την απαρχην του αγιου απο της κατασχεσεως της πολεως

21 το δε περισσον τω αφηγουμενω εκ τουτου και εκ τουτου απο των απαρχων του αγιου και εις την κατασχεσιν της πολεως επι πεντε και εικοσι χιλιαδας μηκος εως των οριων των προς ανατολας και προς θαλασσαν επι πεντε και εικοσι χιλιαδας εως των οριων των προς θαλασσαν εχομενα των μεριδων του αφηγουμενου και εσται η απαρχη των αγιων και το αγιασμα του οικου εν μεσω αυτης

22 και απο της κατασχεσεως των λευιτων και απο της κατασχεσεως της πολεως εν μεσω των αφηγουμενων εσται ανα μεσον των οριων ιουδα και ανα μεσον των οριων βενιαμιν των αφηγουμενων εσται

23 και το περισσον των φυλων απο των προς ανατολας εως των προς θαλασσαν βενιαμιν μια

24 και απο των οριων των βενιαμιν απο των προς ανατολας εως των προς θαλασσαν συμεων μια

25 και απο των οριων των συμεων απο των προς ανατολας εως των προς θαλασσαν ισσαχαρ μια

26 και απο των οριων των ισσαχαρ απο των προς ανατολας εως των προς θαλασσαν ζαβουλων μια

27 και απο των οριων των ζαβουλων απο των προς ανατολας εως των προς θαλασσαν γαδ μια

28 και απο των οριων των γαδ εως των προς λιβα και εσται τα ορια αυτου απο θαιμαν και υδατος μαριμωθ καδης κληρονομιας εως της θαλασσης της μεγαλης

29 αυτη η γη ην βαλειτε εν κληρω ταις φυλαις ισραηλ και ουτοι οι διαμερισμοι αυτων λεγει κυριος θεος

30 και αυται αι διεκβολαι της πολεως αι προς βορραν τετρακισχιλιοι και πεντακοσιοι μετρω

31 και αι πυλαι της πολεως επ' ονομασιν φυλων του ισραηλ πυλαι τρεις προς βορραν πυλη ρουβην μια και πυλη ιουδα μια και πυλη λευι μια

32 και τα προς ανατολας τετρακισχιλιοι και πεντακοσιοι και πυλαι τρεις πυλη ιωσηφ μια και πυλη βενιαμιν μια και πυλη δαν μια

33 και τα προς νοτον τετρακισχιλιοι και πεντακοσιοι μετρω και πυλαι τρεις πυλη συμεων μια και πυλη ισσαχαρ μια και πυλη ζαβουλων μια

34 και τα προς θαλασσαν τετρακισχιλιοι και πεντακοσιοι μετρω και πυλαι τρεις πυλη γαδ μια και πυλη ασηρ μια και πυλη νεφθαλιμ μια

35 κυκλωμα δεκα και οκτω χιλιαδες και το ονομα της πολεως αφ' ης αν ημερας γενηται εσται το ονομα αυτης

← Ezekiel 47   Daniel 1 →
   Study the Inner Meaning
From Swedenborg's Works

Main explanations:

Arcana Coelestia 402, 6283, 9338, 9487, 9659, 10253

Apocalypse Explained 431

Apocalypse Revealed 36, 191, 349, 945

Conjugial Love 26

The Lord 52

Heaven and Hell 171, 197

The Inner Meaning of the Prophets and Psalms 171


Other references to this chapter:

Arcana Coelestia 1678, 1715, 2788, 2851, 3708, 3858, 3862, ...

Apocalypse Revealed 342, 904

Divine Providence 134

Sacred Scripture 79

True Christian Religion 157


References from Swedenborg's unpublished works:

Apocalypse Explained 39, 208, 223, 417, 422, 433, 435, ...

Scriptural Confirmations 4, 53

Other New Christian Commentary

  Stories and their meanings:


Hop to Similar Bible Verses

Genesis 35:22, 23

Exodus 23:19

Leviticus 25:34

Numbers 23:21

Joshua 13:23, 24, 31, 15:12, 16:8, 9, 17:5, 6, 18:10, 11, 19:1, 10, 17, 31, 39, 48

1 Chronicles 23:25

Psalms 46:6, 87:3

Isaiah 12:6

Ezekiel 35:10, 37:26, 28, 44:15, 45:1, 47:13, 15, 19, 21, 22, 48:30, 31

Zechariah 8:3

Revelation 21:3, 12, 13, 16, 17, 22:3


Translate: