1 John 1

Study the Inner Meaning

Greek NT: Tischendorf 8th Ed.

← 2 Peter 3   1 John 2 →

1 ο ην απ αρχης ο ακηκοαμεν ο εωρακαμεν τοις οφθαλμοις ημων ο εθεασαμεθα και αι χειρες ημων εψηλαφησαν περι του λογου της ζωης

2 και η ζωη εφανερωθη και εωρακαμεν και μαρτυρουμεν και απαγγελλομεν υμιν την ζωην την αιωνιον ητις ην προς τον πατερα και εφανερωθη ημιν

3 ο εωρακαμεν και ακηκοαμεν απαγγελλομεν και υμιν ινα και υμεις κοινωνιαν εχητε μεθ ημων και η κοινωνια δε η ημετερα μετα του πατρος και μετα του υιου αυτου ιησου χριστου

4 και ταυτα γραφομεν ημεις ινα η χαρα ημων η πεπληρωμενη

5 και εστιν αυτη η αγγελια ην ακηκοαμεν απ αυτου και αναγγελλομεν υμιν οτι ο θεος φως εστιν και σκοτια εν αυτω ουκ εστιν ουδεμια

6 εαν ειπωμεν οτι κοινωνιαν εχομεν μετ αυτου και εν τω σκοτει περιπατωμεν ψευδομεθα και ου ποιουμεν την αληθειαν

7 εαν δε εν τω φωτι περιπατωμεν ως αυτος εστιν εν τω φωτι κοινωνιαν εχομεν μετ αλληλων και το αιμα ιησου του υιου αυτου καθαριζει ημας απο πασης αμαρτιας

8 εαν ειπωμεν οτι αμαρτιαν ουκ εχομεν εαυτους πλανωμεν και η αληθεια ουκ εστιν εν ημιν

9 εαν ομολογωμεν τας αμαρτιας ημων πιστος εστιν και δικαιος ινα αφη ημιν τας αμαρτιας και καθαριση ημας απο πασης αδικιας

10 εαν ειπωμεν οτι ουχ ημαρτηκαμεν ψευστην ποιουμεν αυτον και ο λογος αυτου ουκ εστιν εν ημιν

← 2 Peter 3   1 John 2 →
   Study the Inner Meaning
From Swedenborg's Works

Explanations or references:


References from Swedenborg's unpublished works:

Nine Questions 4

Scriptural Confirmations 2, 8, 9, 10, 14, 86

Other New Christian Commentary

  Stories and their meanings:


Hop to Similar Bible Verses

Genesis 45:12

Exodus 34:7

Leviticus 4:20, 26, 31, 35

2 Samuel 12:13, 14:32

1 Kings 8:46

Ezra 9:15

Psalms 32:5, 51:7, 78:3, 104:2

Proverbs 28:13

Isaiah 2:5


Translate: