Die Bibel

 

Genesis 4

Lernen

   

1 αδαμ δὲ ἔγνω ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν καιν καὶ εἶπεν ἐκτησάμην ἄνθρωπον διὰ τοῦ θεοῦ

2 καὶ προσέθηκεν τεκεῖν τὸν ἀδελφὸν αὐτοῦ τὸν αβελ καὶ ἐγένετο αβελ ποιμὴν προβάτων καιν δὲ ἦν ἐργαζόμενος τὴν γῆν

3 καὶ ἐγένετο μεθ' ἡμέρας ἤνεγκεν καιν ἀπὸ τῶν καρπῶν τῆς γῆς θυσίαν τῷ κυρίῳ

4 καὶ αβελ ἤνεγκεν καὶ αὐτὸς ἀπὸ τῶν πρωτοτόκων τῶν προβάτων αὐτοῦ καὶ ἀπὸ τῶν στεάτων αὐτῶν καὶ ἐπεῖδεν ὁ θεὸς ἐπὶ αβελ καὶ ἐπὶ τοῖς δώροις αὐτοῦ

5 ἐπὶ δὲ καιν καὶ ἐπὶ ταῖς θυσίαις αὐτοῦ οὐ προσέσχεν καὶ ἐλύπησεν τὸν καιν λίαν καὶ συνέπεσεν τῷ προσώπῳ

6 καὶ εἶπεν κύριος ὁ θεὸς τῷ καιν ἵνα τί περίλυπος ἐγένου καὶ ἵνα τί συνέπεσεν τὸ πρόσωπόν σου

7 οὐκ ἐὰν ὀρθῶς προσενέγκῃς ὀρθῶς δὲ μὴ διέλῃς ἥμαρτες ἡσύχασον πρὸς σὲ ἡ ἀποστροφὴ αὐτοῦ καὶ σὺ ἄρξεις αὐτοῦ

8 καὶ εἶπεν καιν πρὸς αβελ τὸν ἀδελφὸν αὐτοῦ διέλθωμεν εἰς τὸ πεδίον καὶ ἐγένετο ἐν τῷ εἶναι αὐτοὺς ἐν τῷ πεδίῳ καὶ ἀνέστη καιν ἐπὶ αβελ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἀπέκτεινεν αὐτόν

9 καὶ εἶπεν ὁ θεὸς πρὸς καιν ποῦ ἐστιν αβελ ὁ ἀδελφός σου ὁ δὲ εἶπεν οὐ γινώσκω μὴ φύλαξ τοῦ ἀδελφοῦ μού εἰμι ἐγώ

10 καὶ εἶπεν ὁ θεός τί ἐποίησας φωνὴ αἵματος τοῦ ἀδελφοῦ σου βοᾷ πρός με ἐκ τῆς γῆς

11 καὶ νῦν ἐπικατάρατος σὺ ἀπὸ τῆς γῆς ἣ ἔχανεν τὸ στόμα αὐτῆς δέξασθαι τὸ αἷμα τοῦ ἀδελφοῦ σου ἐκ τῆς χειρός σου

12 ὅτι ἐργᾷ τὴν γῆν καὶ οὐ προσθήσει τὴν ἰσχὺν αὐτῆς δοῦναί σοι στένων καὶ τρέμων ἔσῃ ἐπὶ τῆς γῆς

13 καὶ εἶπεν καιν πρὸς τὸν κύριον μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με

14 εἰ ἐκβάλλεις με σήμερον ἀπὸ προσώπου τῆς γῆς καὶ ἀπὸ τοῦ προσώπου σου κρυβήσομαι καὶ ἔσομαι στένων καὶ τρέμων ἐπὶ τῆς γῆς καὶ ἔσται πᾶς ὁ εὑρίσκων με ἀποκτενεῖ με

15 καὶ εἶπεν αὐτῷ κύριος ὁ θεός οὐχ οὕτως πᾶς ὁ ἀποκτείνας καιν ἑπτὰ ἐκδικούμενα παραλύσει καὶ ἔθετο κύριος ὁ θεὸς σημεῖον τῷ καιν τοῦ μὴ ἀνελεῖν αὐτὸν πάντα τὸν εὑρίσκοντα αὐτόν

16 ἐξῆλθεν δὲ καιν ἀπὸ προσώπου τοῦ θεοῦ καὶ ὤ|κησεν ἐν γῇ ναιδ κατέναντι εδεμ

17 καὶ ἔγνω καιν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν τὸν ενωχ καὶ ἦν οἰκοδομῶν πόλιν καὶ ἐπωνόμασεν τὴν πόλιν ἐπὶ τῷ ὀνόματι τοῦ υἱοῦ αὐτοῦ ενωχ

18 ἐγενήθη δὲ τῷ ενωχ γαιδαδ καὶ γαιδαδ ἐγέννησεν τὸν μαιηλ καὶ μαιηλ ἐγέννησεν τὸν μαθουσαλα καὶ μαθουσαλα ἐγέννησεν τὸν λαμεχ

19 καὶ ἔλαβεν ἑαυτῷ λαμεχ δύο γυναῖκας ὄνομα τῇ μιᾷ αδα καὶ ὄνομα τῇ δευτέρᾳ σελλα

20 καὶ ἔτεκεν αδα τὸν ιωβελ οὗτος ἦν ὁ πατὴρ οἰκούντων ἐν σκηναῖς κτηνοτρόφων

21 καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιουβαλ οὗτος ἦν ὁ καταδείξας ψαλτήριον καὶ κιθάραν

22 σελλα δὲ ἔτεκεν καὶ αὐτὴ τὸν θοβελ καὶ ἦν σφυροκόπος χαλκεὺς χαλκοῦ καὶ σιδήρου ἀδελφὴ δὲ θοβελ νοεμα

23 εἶπεν δὲ λαμεχ ταῖς ἑαυτοῦ γυναιξίν αδα καὶ σελλα ἀκούσατέ μου τῆς φωνῆς γυναῖκες λαμεχ ἐνωτίσασθέ μου τοὺς λόγους ὅτι ἄνδρα ἀπέκτεινα εἰς τραῦμα ἐμοὶ καὶ νεανίσκον εἰς μώλωπα ἐμοί

24 ὅτι ἑπτάκις ἐκδεδίκηται ἐκ καιν ἐκ δὲ λαμεχ ἑβδομηκοντάκις ἑπτά

25 ἔγνω δὲ αδαμ ευαν τὴν γυναῖκα αὐτοῦ καὶ συλλαβοῦσα ἔτεκεν υἱὸν καὶ ἐπωνόμασεν τὸ ὄνομα αὐτοῦ σηθ λέγουσα ἐξανέστησεν γάρ μοι ὁ θεὸς σπέρμα ἕτερον ἀντὶ αβελ ὃν ἀπέκτεινεν καιν

26 καὶ τῷ σηθ ἐγένετο υἱός ἐπωνόμασεν δὲ τὸ ὄνομα αὐτοῦ ενως οὗτος ἤλπισεν ἐπικαλεῖσθαι τὸ ὄνομα κυρίου τοῦ θεοῦ

   

Aus Swedenborgs Werken

 

Arcana Coelestia #1062

studieren Sie diesen Abschnitt

  
/ 10837  
  

1062. That “Shem” signifies the internal church, “Ham” the church corrupted, and “Japheth” the external church, is also evident from what follows, where their quality is described. As in every church, so in the Ancient there were men who were internal, men who were internal and corrupted, and men who were external. Those who are internal are those who make charity the principal 1 of their faith; those who are internal and corrupted make faith without charity the principal of their faith; and those who are external think little about the internal man, but still perform works of charity and sacredly observe the rites of the church. Besides these three kinds of men there are no others who are to be called men of the spiritual church; and because they were all men of the church, they are said to have “gone forth from the ark.” Those in the Ancient Church who were internal men, that is, who made charity the principal of their faith, were called “Shem”; those who were internal and corrupted, who made faith without charity the principal, were called “Ham”; while those who were external and thought little about the internal man, but still performed works of charity and sacredly observed the rites of the church, were called “Japheth.” The nature of each will be seen from the particulars in what follows.

Fußnoten:

1. As distinguished from the instrumental. [Reviser]

  
/ 10837  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.