Die Bibel

 

Genesis 27

Lernen

   

1 ἐγένετο δὲ μετὰ τὸ γηρᾶσαι ισαακ καὶ ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ ὁρᾶν καὶ ἐκάλεσεν ησαυ τὸν υἱὸν αὐτοῦ τὸν πρεσβύτερον καὶ εἶπεν αὐτῷ υἱέ μου καὶ εἶπεν ἰδοὺ ἐγώ

2 καὶ εἶπεν ἰδοὺ γεγήρακα καὶ οὐ γινώσκω τὴν ἡμέραν τῆς τελευτῆς μου

3 νῦν οὖν λαβὲ τὸ σκεῦός σου τήν τε φαρέτραν καὶ τὸ τόξον καὶ ἔξελθε εἰς τὸ πεδίον καὶ θήρευσόν μοι θήραν

4 καὶ ποίησόν μοι ἐδέσματα ὡς φιλῶ ἐγώ καὶ ἔνεγκέ μοι ἵνα φάγω ὅπως εὐλογήσῃ σε ἡ ψυχή μου πρὶν ἀποθανεῖν με

5 ρεβεκκα δὲ ἤκουσεν λαλοῦντος ισαακ πρὸς ησαυ τὸν υἱὸν αὐτοῦ ἐπορεύθη δὲ ησαυ εἰς τὸ πεδίον θηρεῦσαι θήραν τῷ πατρὶ αὐτοῦ

6 ρεβεκκα δὲ εἶπεν πρὸς ιακωβ τὸν υἱὸν αὐτῆς τὸν ἐλάσσω ἰδὲ ἐγὼ ἤκουσα τοῦ πατρός σου λαλοῦντος πρὸς ησαυ τὸν ἀδελφόν σου λέγοντος

7 ἔνεγκόν μοι θήραν καὶ ποίησόν μοι ἐδέσματα καὶ φαγὼν εὐλογήσω σε ἐναντίον κυρίου πρὸ τοῦ ἀποθανεῖν με

8 νῦν οὖν υἱέ ἄκουσόν μου καθὰ ἐγώ σοι ἐντέλλομαι

9 καὶ πορευθεὶς εἰς τὰ πρόβατα λαβέ μοι ἐκεῖθεν δύο ἐρίφους ἁπαλοὺς καὶ καλούς καὶ ποιήσω αὐτοὺς ἐδέσματα τῷ πατρί σου ὡς φιλεῖ

10 καὶ εἰσοίσεις τῷ πατρί σου καὶ φάγεται ὅπως εὐλογήσῃ σε ὁ πατήρ σου πρὸ τοῦ ἀποθανεῖν αὐτόν

11 εἶπεν δὲ ιακωβ πρὸς ρεβεκκαν τὴν μητέρα αὐτοῦ ἔστιν ησαυ ὁ ἀδελφός μου ἀνὴρ δασύς ἐγὼ δὲ ἀνὴρ λεῖος

12 μήποτε ψηλαφήσῃ με ὁ πατήρ μου καὶ ἔσομαι ἐναντίον αὐτοῦ ὡς καταφρονῶν καὶ ἐπάξω ἐπ' ἐμαυτὸν κατάραν καὶ οὐκ εὐλογίαν

13 εἶπεν δὲ αὐτῷ ἡ μήτηρ ἐπ' ἐμὲ ἡ κατάρα σου τέκνον μόνον ὑπάκουσον τῆς φωνῆς μου καὶ πορευθεὶς ἔνεγκέ μοι

14 πορευθεὶς δὲ ἔλαβεν καὶ ἤνεγκεν τῇ μητρί καὶ ἐποίησεν ἡ μήτηρ αὐτοῦ ἐδέσματα καθὰ ἐφίλει ὁ πατὴρ αὐτοῦ

15 καὶ λαβοῦσα ρεβεκκα τὴν στολὴν ησαυ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου τὴν καλήν ἣ ἦν παρ' αὐτῇ ἐν τῷ οἴκῳ ἐνέδυσεν ιακωβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον

16 καὶ τὰ δέρματα τῶν ἐρίφων περιέθηκεν ἐπὶ τοὺς βραχίονας αὐτοῦ καὶ ἐπὶ τὰ γυμνὰ τοῦ τραχήλου αὐτοῦ

17 καὶ ἔδωκεν τὰ ἐδέσματα καὶ τοὺς ἄρτους οὓς ἐποίησεν εἰς τὰς χεῖρας ιακωβ τοῦ υἱοῦ αὐτῆς

18 καὶ εἰσήνεγκεν τῷ πατρὶ αὐτοῦ εἶπεν δέ πάτερ ὁ δὲ εἶπεν ἰδοὺ ἐγώ τίς εἶ σύ τέκνον

19 καὶ εἶπεν ιακωβ τῷ πατρὶ αὐτοῦ ἐγὼ ησαυ ὁ πρωτότοκός σου ἐποίησα καθὰ ἐλάλησάς μοι ἀναστὰς κάθισον καὶ φάγε τῆς θήρας μου ὅπως εὐλογήσῃ με ἡ ψυχή σου

20 εἶπεν δὲ ισαακ τῷ υἱῷ αὐτοῦ τί τοῦτο ὃ ταχὺ εὗρες ὦ τέκνον ὁ δὲ εἶπεν ὃ παρέδωκεν κύριος ὁ θεός σου ἐναντίον μου

21 εἶπεν δὲ ισαακ τῷ ιακωβ ἔγγισόν μοι καὶ ψηλαφήσω σε τέκνον εἰ σὺ εἶ ὁ υἱός μου ησαυ ἢ οὔ

22 ἤγγισεν δὲ ιακωβ πρὸς ισαακ τὸν πατέρα αὐτοῦ καὶ ἐψηλάφησεν αὐτὸν καὶ εἶπεν ἡ μὲν φωνὴ φωνὴ ιακωβ αἱ δὲ χεῖρες χεῖρες ησαυ

23 καὶ οὐκ ἐπέγνω αὐτόν ἦσαν γὰρ αἱ χεῖρες αὐτοῦ ὡς αἱ χεῖρες ησαυ τοῦ ἀδελφοῦ αὐτοῦ δασεῖαι καὶ ηὐλόγησεν αὐτόν

24 καὶ εἶπεν σὺ εἶ ὁ υἱός μου ησαυ ὁ δὲ εἶπεν ἐγώ

25 καὶ εἶπεν προσάγαγέ μοι καὶ φάγομαι ἀπὸ τῆς θήρας σου τέκνον ἵνα εὐλογήσῃ σε ἡ ψυχή μου καὶ προσήγαγεν αὐτῷ καὶ ἔφαγεν καὶ εἰσήνεγκεν αὐτῷ οἶνον καὶ ἔπιεν

26 καὶ εἶπεν αὐτῷ ισαακ ὁ πατὴρ αὐτοῦ ἔγγισόν μοι καὶ φίλησόν με τέκνον

27 καὶ ἐγγίσας ἐφίλησεν αὐτόν καὶ ὠσφράνθη τὴν ὀσμὴν τῶν ἱματίων αὐτοῦ καὶ ηὐλόγησεν αὐτὸν καὶ εἶπεν ἰδοὺ ὀσμὴ τοῦ υἱοῦ μου ὡς ὀσμὴ ἀγροῦ πλήρους ὃν ηὐλόγησεν κύριος

28 καὶ δῴη σοι ὁ θεὸς ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ καὶ ἀπὸ τῆς πιότητος τῆς γῆς καὶ πλῆθος σίτου καὶ οἴνου

29 καὶ δουλευσάτωσάν σοι ἔθνη καὶ προσκυνήσουσίν σοι ἄρχοντες καὶ γίνου κύριος τοῦ ἀδελφοῦ σου καὶ προσκυνήσουσίν σοι οἱ υἱοὶ τοῦ πατρός σου ὁ καταρώμενός σε ἐπικατάρατος ὁ δὲ εὐλογῶν σε εὐλογημένος

30 καὶ ἐγένετο μετὰ τὸ παύσασθαι ισαακ εὐλογοῦντα ιακωβ τὸν υἱὸν αὐτοῦ καὶ ἐγένετο ὡς ἐξῆλθεν ιακωβ ἀπὸ προσώπου ισαακ τοῦ πατρὸς αὐτοῦ καὶ ησαυ ὁ ἀδελφὸς αὐτοῦ ἦλθεν ἀπὸ τῆς θήρας

31 καὶ ἐποίησεν καὶ αὐτὸς ἐδέσματα καὶ προσήνεγκεν τῷ πατρὶ αὐτοῦ καὶ εἶπεν τῷ πατρί ἀναστήτω ὁ πατήρ μου καὶ φαγέτω τῆς θήρας τοῦ υἱοῦ αὐτοῦ ὅπως εὐλογήσῃ με ἡ ψυχή σου

32 καὶ εἶπεν αὐτῷ ισαακ ὁ πατὴρ αὐτοῦ τίς εἶ σύ ὁ δὲ εἶπεν ἐγώ εἰμι ὁ υἱός σου ὁ πρωτότοκος ησαυ

33 ἐξέστη δὲ ισαακ ἔκστασιν μεγάλην σφόδρα καὶ εἶπεν τίς οὖν ὁ θηρεύσας μοι θήραν καὶ εἰσενέγκας μοι καὶ ἔφαγον ἀπὸ πάντων πρὸ τοῦ σε ἐλθεῖν καὶ ηὐλόγησα αὐτόν καὶ εὐλογημένος ἔστω

34 ἐγένετο δὲ ἡνίκα ἤκουσεν ησαυ τὰ ῥήματα ισαακ τοῦ πατρὸς αὐτοῦ ἀνεβόησεν φωνὴν μεγάλην καὶ πικρὰν σφόδρα καὶ εἶπεν εὐλόγησον δὴ κἀμέ πάτερ

35 εἶπεν δὲ αὐτῷ ἐλθὼν ὁ ἀδελφός σου μετὰ δόλου ἔλαβεν τὴν εὐλογίαν σου

36 καὶ εἶπεν δικαίως ἐκλήθη τὸ ὄνομα αὐτοῦ ιακωβ ἐπτέρνικεν γάρ με ἤδη δεύτερον τοῦτο τά τε πρωτοτόκιά μου εἴληφεν καὶ νῦν εἴληφεν τὴν εὐλογίαν μου καὶ εἶπεν ησαυ τῷ πατρὶ αὐτοῦ οὐχ ὑπελίπω μοι εὐλογίαν πάτερ

37 ἀποκριθεὶς δὲ ισαακ εἶπεν τῷ ησαυ εἰ κύριον αὐτὸν ἐποίησά σου καὶ πάντας τοὺς ἀδελφοὺς αὐτοῦ ἐποίησα αὐτοῦ οἰκέτας σίτῳ καὶ οἴνῳ ἐστήρισα αὐτόν σοὶ δὲ τί ποιήσω τέκνον

38 εἶπεν δὲ ησαυ πρὸς τὸν πατέρα αὐτοῦ μὴ εὐλογία μία σοί ἐστιν πάτερ εὐλόγησον δὴ κἀμέ πάτερ κατανυχθέντος δὲ ισαακ ἀνεβόησεν φωνὴν ησαυ καὶ ἔκλαυσεν

39 ἀποκριθεὶς δὲ ισαακ ὁ πατὴρ αὐτοῦ εἶπεν αὐτῷ ἰδοὺ ἀπὸ τῆς πιότητος τῆς γῆς ἔσται ἡ κατοίκησίς σου καὶ ἀπὸ τῆς δρόσου τοῦ οὐρανοῦ ἄνωθεν

40 καὶ ἐπὶ τῇ μαχαίρῃ σου ζήσῃ καὶ τῷ ἀδελφῷ σου δουλεύσεις ἔσται δὲ ἡνίκα ἐὰν καθέλῃς καὶ ἐκλύσεις τὸν ζυγὸν αὐτοῦ ἀπὸ τοῦ τραχήλου σου

41 καὶ ἐνεκότει ησαυ τῷ ιακωβ περὶ τῆς εὐλογίας ἧς εὐλόγησεν αὐτὸν ὁ πατὴρ αὐτοῦ εἶπεν δὲ ησαυ ἐν τῇ διανοίᾳ ἐγγισάτωσαν αἱ ἡμέραι τοῦ πένθους τοῦ πατρός μου ἵνα ἀποκτείνω ιακωβ τὸν ἀδελφόν μου

42 ἀπηγγέλη δὲ ρεβεκκα τὰ ῥήματα ησαυ τοῦ υἱοῦ αὐτῆς τοῦ πρεσβυτέρου καὶ πέμψασα ἐκάλεσεν ιακωβ τὸν υἱὸν αὐτῆς τὸν νεώτερον καὶ εἶπεν αὐτῷ ἰδοὺ ησαυ ὁ ἀδελφός σου ἀπειλεῖ σοι τοῦ ἀποκτεῖναί σε

43 νῦν οὖν τέκνον ἄκουσόν μου τῆς φωνῆς καὶ ἀναστὰς ἀπόδραθι εἰς τὴν μεσοποταμίαν πρὸς λαβαν τὸν ἀδελφόν μου εἰς χαρραν

44 καὶ οἴκησον μετ' αὐτοῦ ἡμέρας τινὰς ἕως τοῦ ἀποστρέψαι τὸν θυμὸν

45 καὶ τὴν ὀργὴν τοῦ ἀδελφοῦ σου ἀπὸ σοῦ καὶ ἐπιλάθηται ἃ πεποίηκας αὐτῷ καὶ ἀποστείλασα μεταπέμψομαί σε ἐκεῖθεν μήποτε ἀτεκνωθῶ ἀπὸ τῶν δύο ὑμῶν ἐν ἡμέρᾳ μιᾷ

46 εἶπεν δὲ ρεβεκκα πρὸς ισαακ προσώχθικα τῇ ζωῇ μου διὰ τὰς θυγατέρας τῶν υἱῶν χετ εἰ λήμψεται ιακωβ γυναῖκα ἀπὸ τῶν θυγατέρων τῆς γῆς ταύτης ἵνα τί μοι ζῆν

   

Aus Swedenborgs Werken

 

Arcana Coelestia #3598

studieren Sie diesen Abschnitt

  
/ 10837  
  

3598. Since verses 34-38 are similar in content to such things as have been explained above and what they embody may be seen from what has been stated already, it is therefore superfluous to give any further explanation of their internal sense. Only what is contained in verses 39 and 40, which have to do with the blessing of Esau by Isaac his father, needs to have light cast upon it.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.

Aus Swedenborgs Werken

 

Arcana Coelestia #3210

studieren Sie diesen Abschnitt

  
/ 10837  
  

3210. 'And Isaac brought her into the tent of Sarah his mother' means the sanctuary of truth within the Divine Human. This is clear from the meaning of 'a tent' as that which is holy, dealt with in 414, 1102, 2145, 2152, 2576, and so the sanctuary; and from meaning of 'Sarah his mother' as Divine truth, dealt with in 1468, 1901, 2063, 2065, 2904, from which the Divine Human was born, the Rational of which is represented by 'the son Isaac'. From this it is evident that 'Isaac brought her into the tent of Sarah his mother' means that rational Good guided Truth represented by Rebekah into the sanctuary of truth. What the sanctuary of truth is becomes clear from what has been stated above in 3194 about the Lord's Divine Human - that Good and Truth belong essentially to the Divine itself, but that the Lord's Divine Human came into existence from Divine Good and was born (as to the Divine itself, that is) from Divine Truth; or what amounts to the same, that the Lord's Essential Being (Esse) was Divine Good, but the Manifestation (Existere) of Him was Divine Truth. From this came Divine Rational Good to which He joined Divine Truth from the Human.

[2] It is impossible to say anything more about this very deep arcanum than this: Divine Good and Truth themselves within the Lord's Divine Human to which Truth from the Human was joined are what were meant by the Sanctuary or Holy of Holies in the Tabernacle and in the Temple. The nature of that Good and Truth was represented by the objects within the Sanctuary, such as the golden altar, the table with the loaves of the presence, and the lampstand; and further within, by the Mercy Seat and the Ark; and within it, inmostly, by the Testimony which was the Law delivered from Sinai. This was the Holy of Holies itself or Sanctuary of Truth.

  
/ 10837  
  

Thanks to the Swedenborg Society for the permission to use this translation.