Die Bibel

 

Genesis 2

Lernen

   

1 καὶ συνετελέσθησαν ὁ οὐρανὸς καὶ ἡ γῆ καὶ πᾶς ὁ κόσμος αὐτῶν

2 καὶ συνετέλεσεν ὁ θεὸς ἐν τῇ ἡμέρᾳ τῇ ἕκτῃ τὰ ἔργα αὐτοῦ ἃ ἐποίησεν καὶ κατέπαυσεν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἐποίησεν

3 καὶ ηὐλόγησεν ὁ θεὸς τὴν ἡμέραν τὴν ἑβδόμην καὶ ἡγίασεν αὐτήν ὅτι ἐν αὐτῇ κατέπαυσεν ἀπὸ πάντων τῶν ἔργων αὐτοῦ ὧν ἤρξατο ὁ θεὸς ποιῆσαι

4 αὕτη ἡ βίβλος γενέσεως οὐρανοῦ καὶ γῆς ὅτε ἐγένετο ᾗ ἡμέρᾳ ἐποίησεν ὁ θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν

5 καὶ πᾶν χλωρὸν ἀγροῦ πρὸ τοῦ γενέσθαι ἐπὶ τῆς γῆς καὶ πάντα χόρτον ἀγροῦ πρὸ τοῦ ἀνατεῖλαι οὐ γὰρ ἔβρεξεν ὁ θεὸς ἐπὶ τὴν γῆν καὶ ἄνθρωπος οὐκ ἦν ἐργάζεσθαι τὴν γῆν

6 πηγὴ δὲ ἀνέβαινεν ἐκ τῆς γῆς καὶ ἐπότιζεν πᾶν τὸ πρόσωπον τῆς γῆς

7 καὶ ἔπλασεν ὁ θεὸς τὸν ἄνθρωπον χοῦν ἀπὸ τῆς γῆς καὶ ἐνεφύσησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν

8 καὶ ἐφύτευσεν κύριος ὁ θεὸς παράδεισον ἐν εδεμ κατὰ ἀνατολὰς καὶ ἔθετο ἐκεῖ τὸν ἄνθρωπον ὃν ἔπλασεν

9 καὶ ἐξανέτειλεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πᾶν ξύλον ὡραῖον εἰς ὅρασιν καὶ καλὸν εἰς βρῶσιν καὶ τὸ ξύλον τῆς ζωῆς ἐν μέσῳ τῷ παραδείσῳ καὶ τὸ ξύλον τοῦ εἰδέναι γνωστὸν καλοῦ καὶ πονηροῦ

10 ποταμὸς δὲ ἐκπορεύεται ἐξ εδεμ ποτίζειν τὸν παράδεισον ἐκεῖθεν ἀφορίζεται εἰς τέσσαρας ἀρχάς

11 ὄνομα τῷ ἑνὶ φισων οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν ευιλατ ἐκεῖ οὗ ἐστιν τὸ χρυσίον

12 τὸ δὲ χρυσίον τῆς γῆς ἐκείνης καλόν καὶ ἐκεῖ ἐστιν ὁ ἄνθραξ καὶ ὁ λίθος ὁ πράσινος

13 καὶ ὄνομα τῷ ποταμῷ τῷ δευτέρῳ γηων οὗτος ὁ κυκλῶν πᾶσαν τὴν γῆν αἰθιοπίας

14 καὶ ὁ ποταμὸς ὁ τρίτος τίγρις οὗτος ὁ πορευόμενος κατέναντι ἀσσυρίων ὁ δὲ ποταμὸς ὁ τέταρτος οὗτος εὐφράτης

15 καὶ ἔλαβεν κύριος ὁ θεὸς τὸν ἄνθρωπον ὃν ἔπλασεν καὶ ἔθετο αὐτὸν ἐν τῷ παραδείσῳ ἐργάζεσθαι αὐτὸν καὶ φυλάσσειν

16 καὶ ἐνετείλατο κύριος ὁ θεὸς τῷ αδαμ λέγων ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φάγῃ

17 ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρόν οὐ φάγεσθε ἀπ' αὐτοῦ ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ θανάτῳ ἀποθανεῖσθε

18 καὶ εἶπεν κύριος ὁ θεός οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν

19 καὶ ἔπλασεν ὁ θεὸς ἔτι ἐκ τῆς γῆς πάντα τὰ θηρία τοῦ ἀγροῦ καὶ πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ καὶ ἤγαγεν αὐτὰ πρὸς τὸν αδαμ ἰδεῖν τί καλέσει αὐτά καὶ πᾶν ὃ ἐὰν ἐκάλεσεν αὐτὸ αδαμ ψυχὴν ζῶσαν τοῦτο ὄνομα αὐτοῦ

20 καὶ ἐκάλεσεν αδαμ ὀνόματα πᾶσιν τοῖς κτήνεσιν καὶ πᾶσι τοῖς πετεινοῖς τοῦ οὐρανοῦ καὶ πᾶσι τοῖς θηρίοις τοῦ ἀγροῦ τῷ δὲ αδαμ οὐχ εὑρέθη βοηθὸς ὅμοιος αὐτῷ

21 καὶ ἐπέβαλεν ὁ θεὸς ἔκστασιν ἐπὶ τὸν αδαμ καὶ ὕπνωσεν καὶ ἔλαβεν μίαν τῶν πλευρῶν αὐτοῦ καὶ ἀνεπλήρωσεν σάρκα ἀντ' αὐτῆς

22 καὶ ᾠκοδόμησεν κύριος ὁ θεὸς τὴν πλευράν ἣν ἔλαβεν ἀπὸ τοῦ αδαμ εἰς γυναῖκα καὶ ἤγαγεν αὐτὴν πρὸς τὸν αδαμ

23 καὶ εἶπεν αδαμ τοῦτο νῦν ὀστοῦν ἐκ τῶν ὀστέων μου καὶ σὰρξ ἐκ τῆς σαρκός μου αὕτη κληθήσεται γυνή ὅτι ἐκ τοῦ ἀνδρὸς αὐτῆς ἐλήμφθη αὕτη

24 ἕνεκεν τούτου καταλείψει ἄνθρωπος τὸν πατέρα αὐτοῦ καὶ τὴν μητέρα αὐτοῦ καὶ προσκολληθήσεται πρὸς τὴν γυναῖκα αὐτοῦ καὶ ἔσονται οἱ δύο εἰς σάρκα μίαν

25 καὶ ἦσαν οἱ δύο γυμνοί ὅ τε αδαμ καὶ ἡ γυνὴ αὐτοῦ καὶ οὐκ ᾐσχύνοντο

   

Die Bibel

 

Genesis 10

Lernen

   

1 αὗται δὲ αἱ γενέσεις τῶν υἱῶν νωε σημ χαμ ιαφεθ καὶ ἐγενήθησαν αὐτοῖς υἱοὶ μετὰ τὸν κατακλυσμόν

2 υἱοὶ ιαφεθ γαμερ καὶ μαγωγ καὶ μαδαι καὶ ιωυαν καὶ ελισα καὶ θοβελ καὶ μοσοχ καὶ θιρας

3 καὶ υἱοὶ γαμερ ασχαναζ καὶ ριφαθ καὶ θοργαμα

4 καὶ υἱοὶ ιωυαν ελισα καὶ θαρσις κίτιοι ῥόδιοι

5 ἐκ τούτων ἀφωρίσθησαν νῆσοι τῶν ἐθνῶν ἐν τῇ γῇ αὐτῶν ἕκαστος κατὰ γλῶσσαν ἐν ταῖς φυλαῖς αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν

6 υἱοὶ δὲ χαμ χους καὶ μεσραιμ φουδ καὶ χανααν

7 υἱοὶ δὲ χους σαβα καὶ ευιλα καὶ σαβαθα καὶ ρεγμα καὶ σαβακαθα υἱοὶ δὲ ρεγμα σαβα καὶ δαδαν

8 χους δὲ ἐγέννησεν τὸν νεβρωδ οὗτος ἤρξατο εἶναι γίγας ἐπὶ τῆς γῆς

9 οὗτος ἦν γίγας κυνηγὸς ἐναντίον κυρίου τοῦ θεοῦ διὰ τοῦτο ἐροῦσιν ὡς νεβρωδ γίγας κυνηγὸς ἐναντίον κυρίου

10 καὶ ἐγένετο ἀρχὴ τῆς βασιλείας αὐτοῦ βαβυλὼν καὶ ορεχ καὶ αρχαδ καὶ χαλαννη ἐν τῇ γῇ σεννααρ

11 ἐκ τῆς γῆς ἐκείνης ἐξῆλθεν ασσουρ καὶ ᾠκοδόμησεν τὴν νινευη καὶ τὴν ροωβωθ πόλιν καὶ τὴν χαλαχ

12 καὶ τὴν δασεμ ἀνὰ μέσον νινευη καὶ ἀνὰ μέσον χαλαχ αὕτη ἡ πόλις ἡ μεγάλη

13 καὶ μεσραιμ ἐγέννησεν τοὺς λουδιιμ καὶ τοὺς ενεμετιιμ καὶ τοὺς λαβιιμ καὶ τοὺς νεφθαλιιμ

14 καὶ τοὺς πατροσωνιιμ καὶ τοὺς χασλωνιιμ ὅθεν ἐξῆλθεν ἐκεῖθεν φυλιστιιμ καὶ τοὺς καφθοριιμ

15 χανααν δὲ ἐγέννησεν τὸν σιδῶνα πρωτότοκον καὶ τὸν χετταῖον

16 καὶ τὸν ιεβουσαῖον καὶ τὸν αμορραῖον καὶ τὸν γεργεσαῖον

17 καὶ τὸν ευαῖον καὶ τὸν αρουκαῖον καὶ τὸν ασενναῖον

18 καὶ τὸν ἀράδιον καὶ τὸν σαμαραῖον καὶ τὸν αμαθι καὶ μετὰ τοῦτο διεσπάρησαν αἱ φυλαὶ τῶν χαναναίων

19 καὶ ἐγένοντο τὰ ὅρια τῶν χαναναίων ἀπὸ σιδῶνος ἕως ἐλθεῖν εἰς γεραρα καὶ γάζαν ἕως ἐλθεῖν σοδομων καὶ γομορρας αδαμα καὶ σεβωιμ ἕως λασα

20 οὗτοι υἱοὶ χαμ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν

21 καὶ τῷ σημ ἐγενήθη καὶ αὐτῷ πατρὶ πάντων τῶν υἱῶν εβερ ἀδελφῷ ιαφεθ τοῦ μείζονος

22 υἱοὶ σημ αιλαμ καὶ ασσουρ καὶ αρφαξαδ καὶ λουδ καὶ αραμ καὶ καιναν

23 καὶ υἱοὶ αραμ ως καὶ ουλ καὶ γαθερ καὶ μοσοχ

24 καὶ αρφαξαδ ἐγέννησεν τὸν καιναν καὶ καιναν ἐγέννησεν τὸν σαλα σαλα δὲ ἐγέννησεν τὸν εβερ

25 καὶ τῷ εβερ ἐγενήθησαν δύο υἱοί ὄνομα τῷ ἑνὶ φαλεκ ὅτι ἐν ταῖς ἡμέραις αὐτοῦ διεμερίσθη ἡ γῆ καὶ ὄνομα τῷ ἀδελφῷ αὐτοῦ ιεκταν

26 ιεκταν δὲ ἐγέννησεν τὸν ελμωδαδ καὶ τὸν σαλεφ καὶ ασαρμωθ καὶ ιαραχ

27 καὶ οδορρα καὶ αιζηλ καὶ δεκλα

28 καὶ αβιμεηλ καὶ σαβευ

29 καὶ ουφιρ καὶ ευιλα καὶ ιωβαβ πάντες οὗτοι υἱοὶ ιεκταν

30 καὶ ἐγένετο ἡ κατοίκησις αὐτῶν ἀπὸ μασση ἕως ἐλθεῖν εἰς σωφηρα ὄρος ἀνατολῶν

31 οὗτοι υἱοὶ σημ ἐν ταῖς φυλαῖς αὐτῶν κατὰ γλώσσας αὐτῶν ἐν ταῖς χώραις αὐτῶν καὶ ἐν τοῖς ἔθνεσιν αὐτῶν

32 αὗται αἱ φυλαὶ υἱῶν νωε κατὰ γενέσεις αὐτῶν κατὰ τὰ ἔθνη αὐτῶν ἀπὸ τούτων διεσπάρησαν νῆσοι τῶν ἐθνῶν ἐπὶ τῆς γῆς μετὰ τὸν κατακλυσμόν