Die Bibel

 

2 Corinthians 1

Lernen

1 Παῦλος ἀπόστολος Χριστοῦ Ἰησοῦ διὰ θελήματος Θεοῦ καὶ Τιμόθεος ὁ ἀδελφὸς τῇ ἐκκλησίᾳ τοῦ Θεοῦ τῇ οὔσῃ ἐν Κορίνθῳ σὺν τοῖς ἁγίοις πᾶσιν τοῖς οὖσιν ἐν ὅλῃ τῇ Ἀχαΐᾳ·

2 χάρις ὑμῖν καὶ εἰρήνη ἀπὸ Θεοῦ Πατρὸς ἡμῶν καὶ Κυρίου Ἰησοῦ Χριστοῦ.

3 Εὐλογητὸς ὁ Θεὸς καὶ Πατὴρ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ὁ Πατὴρ τῶν οἰκτιρμῶν καὶ Θεὸς πάσης παρακλήσεως,

4 ὁ παρακαλῶν ἡμᾶς ἐπὶ πάσῃ τῇ θλίψει ἡμῶν, εἰς τὸ δύνασθαι ἡμᾶς παρακαλεῖν τοὺς ἐν πάσῃ θλίψει διὰ τῆς παρακλήσεως ἧς παρακαλούμεθα αὐτοὶ ὑπὸ τοῦ Θεοῦ.

5 ὅτι καθὼς περισσεύει τὰ παθήματα τοῦ Χριστοῦ εἰς ἡμᾶς, οὕτως διὰ τοῦ Χριστοῦ περισσεύει καὶ ἡ παράκλησις ἡμῶν.

6 εἴτε δὲ θλιβόμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως καὶ σωτηρίας· εἴτε παρακαλούμεθα, ὑπὲρ τῆς ὑμῶν παρακλήσεως τῆς ἐνεργουμένης ἐν ὑπομονῇ τῶν αὐτῶν παθημάτων ὧν καὶ ἡμεῖς πάσχομεν.

7 καὶ ἡ ἐλπὶς ἡμῶν βεβαία ὑπὲρ ὑμῶν, εἰδότες ὅτι ὡς κοινωνοί ἐστε τῶν παθημάτων, οὕτως καὶ τῆς παρακλήσεως.

8 Οὐ γὰρ θέλομεν ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὑπὲρ τῆς θλίψεως ἡμῶν τῆς γενομένης ἐν τῇ Ἀσίᾳ, ὅτι καθ’ ὑπερβολὴν ὑπὲρ δύναμιν ἐβαρήθημεν, ὥστε ἐξαπορηθῆναι ἡμᾶς καὶ τοῦ ζῆν·

9 ἀλλὰ αὐτοὶ ἐν ἑαυτοῖς τὸ ἀπόκριμα τοῦ θανάτου ἐσχήκαμεν, ἵνα μὴ πεποιθότες ὦμεν ἐφ’ ἑαυτοῖς ἀλλ’ ἐπὶ τῷ Θεῷ τῷ ἐγείροντι τοὺς νεκρούς·

10 ὃς ἐκ τηλικούτου θανάτου ἐρρύσατο ἡμᾶς καὶ ῥύσεται, εἰς ὃν ἠλπίκαμεν ὅτι καὶ ἔτι ῥύσεται,

11 συνυπουργούντων καὶ ὑμῶν ὑπὲρ ἡμῶν τῇ δεήσει, ἵνα ἐκ πολλῶν προσώπων τὸ εἰς ἡμᾶς χάρισμα διὰ πολλῶν εὐχαριστηθῇ ὑπὲρ ἡμῶν.

12 Ἡ γὰρ καύχησις ἡμῶν αὕτη ἐστίν, τὸ μαρτύριον τῆς συνειδήσεως ἡμῶν, ὅτι ἐν ἁγιότητι καὶ εἰλικρινίᾳ τοῦ Θεοῦ, οὐκ ἐν σοφίᾳ σαρκικῇ ἀλλ’ ἐν χάριτι Θεοῦ, ἀνεστράφημεν ἐν τῷ κόσμῳ, περισσοτέρως δὲ πρὸς ὑμᾶς.

13 οὐ γὰρ ἄλλα γράφομεν ὑμῖν ἀλλ’ ἢ ἃ ἀναγινώσκετε ἢ καὶ ἐπιγινώσκετε, ἐλπίζω δὲ ὅτι ἕως τέλους ἐπιγνώσεσθε,

14 καθὼς καὶ ἐπέγνωτε ἡμᾶς ἀπὸ μέρους, ὅτι καύχημα ὑμῶν ἐσμεν καθάπερ καὶ ὑμεῖς ἡμῶν ἐν τῇ ἡμέρᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ.

15 Καὶ ταύτῃ τῇ πεποιθήσει ἐβουλόμην πρότερον πρὸς ὑμᾶς ἐλθεῖν ἵνα δευτέραν χάριν σχῆτε,

16 καὶ δι’ ὑμῶν διελθεῖν εἰς Μακεδονίαν, καὶ πάλιν ἀπὸ Μακεδονίας ἐλθεῖν πρὸς ὑμᾶς καὶ ὑφ’ ὑμῶν προπεμφθῆναι εἰς τὴν Ἰουδαίαν.

17 τοῦτο οὖν βουλόμενος μήτι ἄρα τῇ ἐλαφρίᾳ ἐχρησάμην; ἢ ἃ βουλεύομαι κατὰ σάρκα βουλεύομαι, ἵνα ᾖ παρ’ ἐμοὶ τό Ναί ναὶ καὶ τὸ Οὔ οὔ;

18 πιστὸς δὲ ὁ Θεὸς ὅτι ὁ λόγος ἡμῶν ὁ πρὸς ὑμᾶς οὐκ ἔστιν Ναί καὶ Οὔ.

19 ὁ τοῦ Θεοῦ γὰρ Υἱὸς Χριστὸς Ἰησοῦς ὁ ἐν ὑμῖν δι’ ἡμῶν κηρυχθείς, δι’ ἐμοῦ καὶ Σιλουανοῦ καὶ Τιμοθέου, οὐκ ἐγένετο Ναί καὶ Οὔ, ἀλλὰ Ναί ἐν αὐτῷ γέγονεν.

20 ὅσαι γὰρ ἐπαγγελίαι Θεοῦ, ἐν αὐτῷ τὸ Ναί· διὸ καὶ δι’ αὐτοῦ τὸ Ἀμὴν τῷ Θεῷ πρὸς δόξαν δι’ ἡμῶν.

21 ὁ δὲ βεβαιῶν ἡμᾶς σὺν ὑμῖν εἰς Χριστὸν καὶ χρίσας ἡμᾶς Θεός,

22 ὁ καὶ σφραγισάμενος ἡμᾶς καὶ δοὺς τὸν ἀρραβῶνα τοῦ Πνεύματος ἐν ταῖς καρδίαις ἡμῶν.

23 Ἐγὼ δὲ μάρτυρα τὸν Θεὸν ἐπικαλοῦμαι ἐπὶ τὴν ἐμὴν ψυχήν, ὅτι φειδόμενος ὑμῶν οὐκέτι ἦλθον εἰς Κόρινθον.

24 οὐχ ὅτι κυριεύομεν ὑμῶν τῆς πίστεως, ἀλλὰ συνεργοί ἐσμεν τῆς χαρᾶς ὑμῶν· τῇ γὰρ πίστει ἑστήκατε.

Die Bibel

 

1 Samuel 12

Lernen

   

1 και ειπεν σαμουηλ προς παντα ανδρα ισραηλ ιδου ηκουσα φωνης υμων εις παντα οσα ειπατε μοι και εβασιλευσα εφ' υμας βασιλεα

2 και νυν ιδου ο βασιλευς διαπορευεται ενωπιον υμων καγω γεγηρακα και καθησομαι και οι υιοι μου ιδου εν υμιν καγω ιδου διεληλυθα ενωπιον υμων εκ νεοτητος μου και εως της ημερας ταυτης

3 ιδου εγω αποκριθητε κατ' εμου ενωπιον κυριου και ενωπιον χριστου αυτου μοσχον τινος ειληφα η ονον τινος ειληφα η τινα κατεδυναστευσα υμων η τινα εξεπιεσα η εκ χειρος τινος ειληφα εξιλασμα και υποδημα αποκριθητε κατ' εμου και αποδωσω υμιν

4 και ειπαν προς σαμουηλ ουκ ηδικησας ημας και ου κατεδυναστευσας και ουκ εθλασας ημας και ουκ ειληφας εκ χειρος ουδενος ουδεν

5 και ειπεν σαμουηλ προς τον λαον μαρτυς κυριος εν υμιν και μαρτυς χριστος αυτου σημερον εν ταυτη τη ημερα οτι ουχ ευρηκατε εν χειρι μου ουθεν και ειπαν μαρτυς

6 και ειπεν σαμουηλ προς τον λαον λεγων μαρτυς κυριος ο ποιησας τον μωυσην και τον ααρων ο αναγαγων τους πατερας ημων εξ αιγυπτου

7 και νυν καταστητε και δικασω υμας ενωπιον κυριου και απαγγελω υμιν την πασαν δικαιοσυνην κυριου α εποιησεν εν υμιν και εν τοις πατρασιν υμων

8 ως εισηλθεν ιακωβ και οι υιοι αυτου εις αιγυπτον και εταπεινωσεν αυτους αιγυπτος και εβοησαν οι πατερες ημων προς κυριον και απεστειλεν κυριος τον μωυσην και τον ααρων και εξηγαγεν τους πατερας ημων εξ αιγυπτου και κατωκισεν αυτους εν τω τοπω τουτω

9 και επελαθοντο κυριου του θεου αυτων και απεδοτο αυτους εις χειρας σισαρα αρχιστρατηγου ιαβιν βασιλεως ασωρ και εις χειρας αλλοφυλων και εις χειρας βασιλεως μωαβ και επολεμησαν εν αυτοις

10 και εβοησαν προς κυριον και ελεγον ημαρτομεν οτι εγκατελιπομεν τον κυριον και εδουλευσαμεν τοις βααλιμ και τοις αλσεσιν και νυν εξελου ημας εκ χειρος εχθρων ημων και δουλευσομεν σοι

11 και απεστειλεν κυριος τον ιεροβααλ και τον βαρακ και τον ιεφθαε και τον σαμουηλ και εξειλατο υμας εκ χειρος εχθρων υμων των κυκλοθεν και κατωκειτε πεποιθοτες

12 και ειδετε οτι ναας βασιλευς υιων αμμων ηλθεν εφ' υμας και ειπατε ουχι αλλ' η οτι βασιλευς βασιλευσει εφ' ημων και κυριος ο θεος ημων βασιλευς ημων

13 και νυν ιδου ο βασιλευς ον εξελεξασθε και ιδου δεδωκεν κυριος εφ' υμας βασιλεα

14 εαν φοβηθητε τον κυριον και δουλευσητε αυτω και ακουσητε της φωνης αυτου και μη ερισητε τω στοματι κυριου και ητε και υμεις και ο βασιλευς ο βασιλευων εφ' υμων οπισω κυριου πορευομενοι

15 εαν δε μη ακουσητε της φωνης κυριου και ερισητε τω στοματι κυριου και εσται χειρ κυριου επι υμας και επι τον βασιλεα υμων

16 και νυν καταστητε και ιδετε το ρημα το μεγα τουτο ο ο κυριος ποιησει εν οφθαλμοις υμων

17 ουχι θερισμος πυρων σημερον επικαλεσομαι κυριον και δωσει φωνας και υετον και γνωτε και ιδετε οτι η κακια υμων μεγαλη ην εποιησατε ενωπιον κυριου αιτησαντες εαυτοις βασιλεα

18 και επεκαλεσατο σαμουηλ τον κυριον και εδωκεν κυριος φωνας και υετον εν τη ημερα εκεινη και εφοβηθησαν πας ο λαος τον κυριον σφοδρα και τον σαμουηλ

19 και ειπαν πας ο λαος προς σαμουηλ προσευξαι υπερ των δουλων σου προς κυριον θεον σου και ου μη αποθανωμεν οτι προστεθεικαμεν προς πασας τας αμαρτιας ημων κακιαν αιτησαντες εαυτοις βασιλεα

20 και ειπεν σαμουηλ προς τον λαον μη φοβεισθε υμεις πεποιηκατε την πασαν κακιαν ταυτην πλην μη εκκλινητε απο οπισθεν κυριου και δουλευσατε τω κυριω εν ολη καρδια υμων

21 και μη παραβητε οπισω των μηθεν οντων οι ου περανουσιν ουθεν και οι ουκ εξελουνται οτι ουθεν εισιν

22 οτι ουκ απωσεται κυριος τον λαον αυτου δια το ονομα αυτου το μεγα οτι επιεικεως κυριος προσελαβετο υμας αυτω εις λαον

23 και εμοι μηδαμως του αμαρτειν τω κυριω ανιεναι του προσευχεσθαι περι υμων και δουλευσω τω κυριω και δειξω υμιν την οδον την αγαθην και την ευθειαν

24 πλην φοβεισθε τον κυριον και δουλευσατε αυτω εν αληθεια και εν ολη καρδια υμων οτι ειδετε α εμεγαλυνεν μεθ' υμων

25 και εαν κακια κακοποιησητε και υμεις και ο βασιλευς υμων προστεθησεσθε