Wisdom of Solomon 4

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 3   Wisdom of Solomon 5 →

1 κρεισσων ατεκνια μετα αρετης αθανασια γαρ εστιν εν μνημη αυτης οτι και παρα θεω γινωσκεται και παρα ανθρωποις

2 παρουσαν τε μιμουνται αυτην και ποθουσιν απελθουσαν και εν τω αιωνι στεφανηφορουσα πομπευει τον των αμιαντων αθλων αγωνα νικησασα

3 πολυγονον δε ασεβων πληθος ου χρησιμευσει και εκ νοθων μοσχευματων ου δωσει ριζαν εις βαθος ουδε ασφαλη βασιν εδρασει

4 καν γαρ εν κλαδοις προς καιρον αναθαλη επισφαλως βεβηκοτα υπο ανεμου σαλευθησεται και υπο βιας ανεμων εκριζωθησεται

5 περικλασθησονται κλωνες ατελεστοι και ο καρπος αυτων αχρηστος αωρος εις βρωσιν και εις ουθεν επιτηδειος

6 εκ γαρ ανομων υπνων τεκνα γεννωμενα μαρτυρες εισιν πονηριας κατα γονεων εν εξετασμω αυτων

7 δικαιος δε εαν φθαση τελευτησαι εν αναπαυσει εσται

8 γηρας γαρ τιμιον ου το πολυχρονιον ουδε αριθμω ετων μεμετρηται

9 πολια δε εστιν φρονησις ανθρωποις και ηλικια γηρως βιος ακηλιδωτος

10 ευαρεστος θεω γενομενος ηγαπηθη και ζων μεταξυ αμαρτωλων μετετεθη

11 ηρπαγη μη κακια αλλαξη συνεσιν αυτου η δολος απατηση ψυχην αυτου

12 βασκανια γαρ φαυλοτητος αμαυροι τα καλα και ρεμβασμος επιθυμιας μεταλλευει νουν ακακον

13 τελειωθεις εν ολιγω επληρωσεν χρονους μακρους

14 αρεστη γαρ ην κυριω η ψυχη αυτου δια τουτο εσπευσεν εκ μεσου πονηριας οι δε λαοι ιδοντες και μη νοησαντες μηδε θεντες επι διανοια το τοιουτο

15 οτι χαρις και ελεος εν τοις εκλεκτοις αυτου και επισκοπη εν τοις οσιοις αυτου

16 κατακρινει δε δικαιος καμων τους ζωντας ασεβεις και νεοτης τελεσθεισα ταχεως πολυετες γηρας αδικου

17 οψονται γαρ τελευτην σοφου και ου νοησουσιν τι εβουλευσατο περι αυτου και εις τι ησφαλισατο αυτον ο κυριος

18 οψονται και εξουθενησουσιν αυτους δε ο κυριος εκγελασεται

19 και εσονται μετα τουτο εις πτωμα ατιμον και εις υβριν εν νεκροις δι' αιωνος οτι ρηξει αυτους αφωνους πρηνεις και σαλευσει αυτους εκ θεμελιων και εως εσχατου χερσωθησονται και εσονται εν οδυνη και η μνημη αυτων απολειται

20 ελευσονται εν συλλογισμω αμαρτηματων αυτων δειλοι και ελεγξει αυτους εξ εναντιας τα ανομηματα αυτων

← Wisdom of Solomon 3   Wisdom of Solomon 5 →

Přeložit:
Sdílet: