Wisdom of Solomon 3

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 2   Wisdom of Solomon 4 →

1 δικαιων δε ψυχαι εν χειρι θεου και ου μη αψηται αυτων βασανος

2 εδοξαν εν οφθαλμοις αφρονων τεθναναι και ελογισθη κακωσις η εξοδος αυτων

3 και η αφ' ημων πορεια συντριμμα οι δε εισιν εν ειρηνη

4 και γαρ εν οψει ανθρωπων εαν κολασθωσιν η ελπις αυτων αθανασιας πληρης

5 και ολιγα παιδευθεντες μεγαλα ευεργετηθησονται οτι ο θεος επειρασεν αυτους και ευρεν αυτους αξιους εαυτου

6 ως χρυσον εν χωνευτηριω εδοκιμασεν αυτους και ως ολοκαρπωμα θυσιας προσεδεξατο αυτους

7 και εν καιρω επισκοπης αυτων αναλαμψουσιν και ως σπινθηρες εν καλαμη διαδραμουνται

8 κρινουσιν εθνη και κρατησουσιν λαων και βασιλευσει αυτων κυριος εις τους αιωνας

9 οι πεποιθοτες επ' αυτω συνησουσιν αληθειαν και οι πιστοι εν αγαπη προσμενουσιν αυτω οτι χαρις και ελεος τοις εκλεκτοις αυτου

10 οι δε ασεβεις καθα ελογισαντο εξουσιν επιτιμιαν οι αμελησαντες του δικαιου και του κυριου αποσταντες

11 σοφιαν γαρ και παιδειαν ο εξουθενων ταλαιπωρος και κενη η ελπις αυτων και οι κοποι ανονητοι και αχρηστα τα εργα αυτων

12 αι γυναικες αυτων αφρονες και πονηρα τα τεκνα αυτων επικαταρατος η γενεσις αυτων

13 οτι μακαρια στειρα η αμιαντος ητις ουκ εγνω κοιτην εν παραπτωματι εξει καρπον εν επισκοπη ψυχων

14 και ευνουχος ο μη εργασαμενος εν χειρι ανομημα μηδε ενθυμηθεις κατα του κυριου πονηρα δοθησεται γαρ αυτω της πιστεως χαρις εκλεκτη και κληρος εν ναω κυριου θυμηρεστερος

15 αγαθων γαρ πονων καρπος ευκλεης και αδιαπτωτος η ριζα της φρονησεως

16 τεκνα δε μοιχων ατελεστα εσται και εκ παρανομου κοιτης σπερμα αφανισθησεται

17 εαν τε γαρ μακροβιοι γενωνται εις ουθεν λογισθησονται και ατιμον επ' εσχατων το γηρας αυτων

18 εαν τε οξεως τελευτησωσιν ουχ εξουσιν ελπιδα ουδε εν ημερα διαγνωσεως παραμυθιον

19 γενεας γαρ αδικου χαλεπα τα τελη

← Wisdom of Solomon 2   Wisdom of Solomon 4 →

Přeložit:
Sdílet: