Wisdom of Solomon 5

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 4   Wisdom of Solomon 6 →

1 τοτε στησεται εν παρρησια πολλη ο δικαιος κατα προσωπον των θλιψαντων αυτον και των αθετουντων τους πονους αυτου

2 ιδοντες ταραχθησονται φοβω δεινω και εκστησονται επι τω παραδοξω της σωτηριας

3 ερουσιν εν εαυτοις μετανοουντες και δια στενοχωριαν πνευματος στεναξονται και ερουσιν

4 ουτος ην ον εσχομεν ποτε εις γελωτα και εις παραβολην ονειδισμου οι αφρονες τον βιον αυτου ελογισαμεθα μανιαν και την τελευτην αυτου ατιμον

5 πως κατελογισθη εν υιοις θεου και εν αγιοις ο κληρος αυτου εστιν

6 αρα επλανηθημεν απο οδου αληθειας και το της δικαιοσυνης φως ουκ επελαμψεν ημιν και ο ηλιος ουκ ανετειλεν ημιν

7 ανομιας ενεπλησθημεν τριβοις και απωλειας και διωδευσαμεν ερημους αβατους την δε οδον κυριου ουκ επεγνωμεν

8 τι ωφελησεν ημας η υπερηφανια και τι πλουτος μετα αλαζονειας συμβεβληται ημιν

9 παρηλθεν εκεινα παντα ως σκια και ως αγγελια παρατρεχουσα

10 ως ναυς διερχομενη κυμαινομενον υδωρ ης διαβασης ουκ εστιν ιχνος ευρειν ουδε ατραπον τροπιος αυτης εν κυμασιν

11 η ως ορνεου διιπταντος αερα ουθεν ευρισκεται τεκμηριον πορειας πληγη δε μαστιζομενον ταρσων πνευμα κουφον και σχιζομενον βια ροιζου κινουμενων πτερυγων διωδευθη και μετα τουτο ουχ ευρεθη σημειον επιβασεως εν αυτω

12 η ως βελους βληθεντος επι σκοπον τμηθεις ο αηρ ευθεως εις εαυτον ανελυθη ως αγνοησαι την διοδον αυτου

13 ουτως και ημεις γεννηθεντες εξελιπομεν και αρετης μεν σημειον ουδεν εσχομεν δειξαι εν δε τη κακια ημων κατεδαπανηθημεν

14 οτι ελπις ασεβους ως φερομενος χνους υπο ανεμου και ως παχνη υπο λαιλαπος διωχθεισα λεπτη και ως καπνος υπο ανεμου διεχυθη και ως μνεια καταλυτου μονοημερου παρωδευσεν

15 δικαιοι δε εις τον αιωνα ζωσιν και εν κυριω ο μισθος αυτων και η φροντις αυτων παρα υψιστω

16 δια τουτο λημψονται το βασιλειον της ευπρεπειας και το διαδημα του καλλους εκ χειρος κυριου οτι τη δεξια σκεπασει αυτους και τω βραχιονι υπερασπιει αυτων

17 λημψεται πανοπλιαν τον ζηλον αυτου και οπλοποιησει την κτισιν εις αμυναν εχθρων

18 ενδυσεται θωρακα δικαιοσυνην και περιθησεται κορυθα κρισιν ανυποκριτον

19 λημψεται ασπιδα ακαταμαχητον οσιοτητα

20 οξυνει δε αποτομον οργην εις ρομφαιαν συνεκπολεμησει δε αυτω ο κοσμος επι τους παραφρονας

21 πορευσονται ευστοχοι βολιδες αστραπων και ως απο ευκυκλου τοξου των νεφων επι σκοπον αλουνται

22 και εκ πετροβολου θυμου πληρεις ριφησονται χαλαζαι αγανακτησει κατ' αυτων υδωρ θαλασσης ποταμοι δε συγκλυσουσιν αποτομως

23 αντιστησεται αυτοις πνευμα δυναμεως και ως λαιλαψ εκλικμησει αυτους και ερημωσει πασαν την γην ανομια και η κακοπραγια περιτρεψει θρονους δυναστων

← Wisdom of Solomon 4   Wisdom of Solomon 6 →

Přeložit:
Sdílet: