Psalm of Solomon 3

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 2   Psalm of Solomon 4 →

1 ινα τι υπνοις ψυχη και ουκ ευλογεις τον κυριον υμνον καινον ψαλατε τω θεω τω αινετω

2 ψαλλε και γρηγορησον επι την γρηγορησιν αυτου οτι αγαθος ψαλμος τω θεω εξ αγαθης καρδιας

3 δικαιοι μνημονευουσιν δια παντος του κυριου εν εξομολογησει και δικαιωσει τα κριματα κυριου

4 ουκ ολιγωρησει δικαιος παιδευομενος υπο κυριου η ευδοκια αυτου δια παντος εναντι κυριου

5 προσεκοψεν ο δικαιος και εδικαιωσεν τον κυριον επεσεν και αποβλεπει τι ποιησει αυτω ο θεος αποσκοπευει οθεν ηξει σωτηρια αυτου

6 αληθεια των δικαιων παρα θεου σωτηρος αυτων ουκ αυλιζεται εν οικω δικαιου αμαρτια εφ' αμαρτιαν

7 επισκεπτεται δια παντος τον οικον αυτου ο δικαιος του εξαραι αδικιαν εν παραπτωματι αυτου

8 εξιλασατο περι αγνοιας εν νηστεια και ταπεινωσει ψυχης αυτου και ο κυριος καθαριζει παν ανδρα οσιον και τον οικον αυτου

9 προσεκοψεν αμαρτωλος και καταραται ζωην αυτου την ημεραν γενεσεως αυτου και ωδινας μητρος

10 προσεθηκεν αμαρτιας εφ' αμαρτιας τη ζωη αυτου επεσεν οτι πονηρον το πτωμα αυτου και ουκ αναστησεται

11 η απωλεια του αμαρτωλου εις τον αιωνα και ου μνησθησεται οταν επισκεπτηται δικαιους

12 αυτη η μερις των αμαρτωλων εις τον αιωνα οι δε φοβουμενοι τον κυριον αναστησονται εις ζωην αιωνιον και η ζωη αυτων εν φωτι κυριου και ουκ εκλειψει ετι πσσολ διαλογη του σαλωμων τοις ανθρωπαρεσκοις

← Psalm of Solomon 2   Psalm of Solomon 4 →

Přeložit:
Sdílet: