Psalm of Solomon 4

           

1 ινα τι συ βεβηλε καθησαι εν συνεδριω οσιων και η καρδια σου μακραν αφεστηκεν απο του κυριου εν παρανομιαις παροργιζων τον θεον ισραηλ

2 περισσος εν λογοις περισσος εν σημειωσει υπερ παντας ο σκληρος εν λογοις κατακριναι αμαρτωλους εν κρισει

3 και η χειρ αυτου εν πρωτοις επ' αυτον ως εν ζηλει και αυτος ενοχος εν ποικιλια αμαρτιων και εν ακρασιαις

4 οι οφθαλμοι αυτου επι πασαν γυναικα ανευ διαστολης η γλωσσα αυτου ψευδης εν συναλλαγματι μεθ' ορκου

5 εν νυκτι και εν αποκρυφοις αμαρτανει ως ουχ ορωμενος εν οφθαλμοις αυτου λαλει παση γυναικι εν συνταγη κακιας ταχυς εισοδω εις πασαν οικιαν εν ιλαροτητι ως ακακος

6 εξαραι ο θεος τους εν υποκρισει ζωντας μετα οσιων εν φθορα σαρκος αυτου και πενια την ζωην αυτου

7 ανακαλυψαι ο θεος τα εργα ανθρωπων ανθρωπαρεσκων εν καταγελωτι και μυκτηρισμω τα εργα αυτου

8 και δικαιωσαισαν οσιοι το κριμα του θεου αυτων εν τω εξαιρεσθαι αμαρτωλους απο προσωπου δικαιου ανθρωπαρεσκον λαλουντα νομον μετα δολου

9 και οι οφθαλμοι αυτων επ' οικον ανδρος εν ευσταθεια ως οφις διαλυσαι σοφιαν αλληλων εν λογοις παρανομων

10 οι λογοι αυτου παραλογισμοι εις πραξιν επιθυμιας αδικου ουκ απεστη εως ενικησεν σκορπισαι ως εν ορφανια

11 και ηρημωσεν οικον ενεκεν επιθυμιας παρανομου παρελογισατο εν λογοις οτι ουκ εστιν ορων και κρινων

12 επλησθη εν παρανομια εν ταυτη και οι οφθαλμοι αυτου επ' οικον ετερον ολεθρευσαι εν λογοις αναπτερωσεως

13 ουκ εμπιπλαται η ψυχη αυτου ως αδης εν πασι τουτοις

14 γενοιτο κυριε η μερις αυτου εν ατιμια ενωπιον σου η εξοδος αυτου εν στεναγμοις και η εισοδος αυτου εν αρα

15 εν οδυναις και πενια και απορια η ζωη αυτου κυριε ο υπνος αυτου εν λυπαις και η εξεγερσις αυτου εν αποριαις

16 αφαιρεθειη υπνος απο κροταφων αυτου εν νυκτι αποπεσοι απο παντος εργου χειρων αυτου εν ατιμια

17 κενος χερσιν αυτου εισελθοι εις τον οικον αυτου και ελλιπης ο οικος αυτου απο παντος ου εμπλησει ψυχην αυτου

18 εν μονωσει ατεκνιας το γηρας αυτου εις αναλημψιν

19 σκορπισθειησαν σαρκες ανθρωπαρεσκων υπο θηριων και οστα παρανομων κατεναντι του ηλιου εν ατιμια

20 οφθαλμους εκκοψαισαν κορακες υποκρινομενων οτι ηρημωσαν οικους πολλους ανθρωπων εν ατιμια και εσκορπισαν εν επιθυμια

21 και ουκ εμνησθησαν θεου και ουκ εφοβηθησαν τον θεον εν απασι τουτοις και παρωργισαν τον θεον και παρωξυναν

22 εξαραι αυτους απο της γης οτι ψυχας ακακων παραλογισμω υπεκρινοντο

23 μακαριοι οι φοβουμενοι τον κυριον εν ακακια αυτων ο κυριος ρυσεται αυτους απο ανθρωπων δολιων και αμαρτωλων και ρυσεται ημας απο παντος σκανδαλου παρανομου

24 εξαραι ο θεος τους ποιουντας εν υπερηφανια πασαν αδικιαν οτι κριτης μεγας και κραταιος κυριος ο θεος ημων εν δικαιοσυνη

25 γενοιτο κυριε το ελεος σου επι παντας τους αγαπωντας σε πσσολ ψαλμος τω σαλωμων

  

Přeložit: