Psalm of Solomon 2

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 1   Psalm of Solomon 3 →

1 εν τω υπερηφανευεσθαι τον αμαρτωλον εν κριω κατεβαλε τειχη οχυρα και ουκ εκωλυσας

2 ανεβησαν επι το θυσιαστηριον σου εθνη αλλοτρια κατεπατουσαν εν υποδημασιν αυτων εν υπερηφανια

3 ανθ' ων οι υιοι ιερουσαλημ εμιαναν τα αγια κυριου εβεβηλουσαν τα δωρα του θεου εν ανομιαις

4 ενεκεν τουτων ειπεν απορριψατε αυτα μακραν απ' εμου ουκ ευδοκω εν αυτοις

5 το καλλος της δοξης αυτης εξουθενωθη ενωπιον του θεου ητιμωθη εως εις τελος

6 οι υιοι και αι θυγατερες εν αιχμαλωσια πονηρα εν σφραγιδι ο τραχηλος αυτων εν επισημω εν τοις εθνεσιν

7 κατα τας αμαρτιας αυτων εποιησεν αυτοις οτι εγκατελιπεν αυτους εις χειρας κατισχυοντων

8 απεστρεψεν γαρ το προσωπον αυτου απο ελεους αυτων νεον και πρεσβυτην και τεκνα αυτων εις απαξ οτι πονηρα εποιησαν εις απαξ του μη ακουειν

9 και ο ουρανος εβαρυθυμησεν και η γη εβδελυξατο αυτους οτι ουκ εποιησε πας ανθρωπος επ' αυτης οσα εποιησαν

10 και γνωσεται η γη τα κριματα σου παντα τα δικαια ο θεος

11 εστησαν τους υιους ιερουσαλημ εις εμπαιγμον αντι πορνων εν αυτη πας ο παραπορευομενος εισεπορευετο κατεναντι του ηλιου

12 ενεπαιζον ταις ανομιαις αυτων καθα εποιουν αυτοι απεναντι του ηλιου παρεδειγματισαν αδικιας αυτων

13 και θυγατερες ιερουσαλημ βεβηλοι κατα το κριμα σου ανθ' ων αυται εμιαιωσαν αυτας εν φυρμω αναμειξεως

14 την κοιλιαν μου και τα σπλαγχνα μου πονω επι τουτοις

15 εγω δικαιωσω σε ο θεος εν ευθυτητι καρδιας οτι εν τοις κριμασιν σου η δικαιοσυνη σου ο θεος

16 οτι απεδωκας τοις αμαρτωλοις κατα τα εργα αυτων και κατα τας αμαρτιας αυτων τας πονηρας σφοδρα

17 ανεκαλυψας τας αμαρτιας αυτων ινα φανη το κριμα σου εξηλειψας το μνημοσυνον αυτων απο της γης

18 ο θεος κριτης δικαιος και ου θαυμασει προσωπον

19 ωνειδισαν γαρ εθνη ιερουσαλημ εν καταπατησει κατεσπασθη το καλλος αυτης απο θρονου δοξης

20 περιεζωσατο σακκον αντι ενδυματος ευπρεπειας σχοινιον περι την κεφαλην αυτης αντι στεφανου

21 περιειλατο μιτραν δοξης ην περιεθηκεν αυτη ο θεος εν ατιμια το καλλος αυτης απερριφη επι την γην

22 και εγω ειδον και εδεηθην του προσωπου κυριου και ειπον ικανωσον κυριε του βαρυνεσθαι χειρα σου επι ιερουσαλημ εν επαγωγη εθνων

23 οτι ενεπαιξαν και ουκ εφεισαντο εν οργη και θυμω μετα μηνισεως και συντελεσθησονται εαν μη συ κυριε επιτιμησης αυτοις εν οργη σου

24 οτι ουκ εν ζηλει εποιησαν αλλ' εν επιθυμια ψυχης εκχεαι την οργην αυτων εις ημας εν αρπαγματι

25 μη χρονισης ο θεος του αποδουναι αυτοις εις κεφαλας του ειπειν την υπερηφανιαν του δρακοντος εν ατιμια

26 και ουκ εχρονισα εως εδειξεν μοι ο θεος την υβριν αυτου εκκεκεντημενον επι των ορεων αιγυπτου υπερ ελαχιστον εξουδενωμενον επι γης και θαλασσης

27 το σωμα αυτου διαφερομενον επι κυματων εν υβρει πολλη και ουκ ην ο θαπτων οτι εξουθενωσεν αυτον εν ατιμια

28 ουκ ελογισατο οτι ανθρωπος εστιν και το υστερον ουκ ελογισατο

29 ειπεν εγω κυριος γης και θαλασσης εσομαι και ουκ επεγνω οτι ο θεος μεγας κραταιος εν ισχυι αυτου τη μεγαλη

30 αυτος βασιλευς επι των ουρανων και κρινων βασιλεις και αρχας

31 ο ανιστων εμε εις δοξαν και κοιμιζων υπερηφανους εις απωλειαν αιωνος εν ατιμια οτι ουκ εγνωσαν αυτον

32 και νυν ιδετε οι μεγιστανες της γης το κριμα του κυριου οτι μεγας βασιλευς και δικαιος κρινων την υπ' ουρανον

33 ευλογειτε τον θεον οι φοβουμενοι τον κυριον εν επιστημη οτι το ελεος κυριου επι τους φοβουμενους αυτον μετα κριματος

34 του διαστειλαι ανα μεσον δικαιου και αμαρτωλου αποδουναι αμαρτωλοις εις τον αιωνα κατα τα εργα αυτων

35 και ελεησαι δικαιον απο ταπεινωσεως αμαρτωλου και αποδουναι αμαρτωλω ανθ' ων εποιησεν δικαιω

36 οτι χρηστος ο κυριος τοις επικαλουμενοις αυτον εν υπομονη ποιησαι κατα το ελεος αυτου τοις οσιοις αυτου παρεσταναι δια παντος ενωπιον αυτου εν ισχυι

37 ευλογητος κυριος εις τον αιωνα ενωπιον δουλων αυτου πσσολ ψαλμος τω σαλωμων περι δικαιων

← Psalm of Solomon 1   Psalm of Solomon 3 →

Přeložit:
Sdílet: