Psalm of Solomon 17

           

1 κυριε συ αυτος βασιλευς ημων εις τον αιωνα και ετι οτι εν σοι ο θεος καυχησεται η ψυχη ημων

2 και τις ο χρονος ζωης ανθρωπου επι της γης κατα τον χρονον αυτου και η ελπις αυτου επ' αυτον

3 ημεις δε ελπιουμεν επι τον θεον σωτηρα ημων οτι το κρατος του θεου ημων εις τον αιωνα μετ' ελεους και η βασιλεια του θεου ημων εις τον αιωνα επι τα εθνη εν κρισει

4 συ κυριε ηρετισω τον δαυιδ βασιλεα επι ισραηλ και συ ωμοσας αυτω περι του σπερματος αυτου εις τον αιωνα του μη εκλειπειν απεναντι σου βασιλειον αυτου

5 και εν ταις αμαρτιαις ημων επανεστησαν ημιν αμαρτωλοι επεθεντο ημιν και εξωσαν ημας οις ουκ επηγγειλω μετα βιας αφειλαντο και ουκ εδοξασαν το ονομα σου το εντιμον

6 εν δοξη εθεντο βασιλειον αντι υψους αυτων ηρημωσαν τον θρονον δαυιδ εν υπερηφανια αλλαγματος

7 και συ ο θεος καταβαλεις αυτους και αρεις το σπερμα αυτων απο της γης εν τω επαναστηναι αυτοις ανθρωπον αλλοτριον γενους ημων

8 κατα τα αμαρτηματα αυτων αποδωσεις αυτοις ο θεος ευρεθηναι αυτοις κατα τα εργα αυτων

9 ουκ ηλεησεν αυτους ο θεος εξηρευνησεν το σπερμα αυτων και ουκ αφηκεν αυτων ενα

10 πιστος ο κυριος εν πασι τοις κριμασιν αυτου οις ποιει επι την γην

11 ηρημωσεν ο ανομος την γην ημων απο ενοικουντων αυτην ηφανισαν νεον και πρεσβυτην και τεκνα αυτων αμα

12 εν οργη καλλους αυτου εξαπεστειλεν αυτα εως επι δυσμων και τους αρχοντας της γης εις εμπαιγμον και ουκ εφεισατο

13 εν αλλοτριοτητι ο εχθρος εποιησεν υπερηφανιαν και η καρδια αυτου αλλοτρια απο του θεου ημων

14 και παντα οσα εποιησεν εν ιερουσαλημ καθως και τα εθνη εν ταις πολεσι του σθενους αυτων

15 και επεκρατουσαν αυτων οι υιοι της διαθηκης εν μεσω εθνων συμμικτων ουκ ην εν αυτοις ο ποιων εν ιερουσαλημ ελεος και αληθειαν

16 εφυγοσαν απ' αυτων οι αγαπωντες συναγωγας οσιων ως στρουθια εξεπετασθησαν απο κοιτης αυτων

17 επλανωντο εν ερημοις σωθηναι ψυχας αυτων απο κακου και τιμιον εν οφθαλμοις παροικιας ψυχη σεσωσμενη εξ αυτων

18 εις πασαν την γην εγενηθη ο σκορπισμος αυτων υπο ανομων οτι ανεσχεν ο ουρανος του σταξαι υετον επι την γην

19 πηγαι συνεσχεθησαν αιωνιοι εξ αβυσσων απο ορεων υψηλων οτι ουκ ην εν αυτοις ποιων δικαιοσυνην και κριμα

20 απο αρχοντος αυτων και λαου ελαχιστου εν παση αμαρτια ο βασιλευς εν παρανομια και ο κριτης εν απειθεια και ο λαος εν αμαρτια

21 ιδε κυριε και αναστησον αυτοις τον βασιλεα αυτων υιον δαυιδ εις τον καιρον ον ειλου συ ο θεος του βασιλευσαι επι ισραηλ παιδα σου

22 και υποζωσον αυτον ισχυν του θραυσαι αρχοντας αδικους καθαρισαι ιερουσαλημ απο εθνων καταπατουντων εν απωλεια

23 εν σοφια δικαιοσυνης εξωσαι αμαρτωλους απο κληρονομιας εκτριψαι υπερηφανιαν αμαρτωλου ως σκευη κεραμεως

24 εν ραβδω σιδηρα συντριψαι πασαν υποστασιν αυτων ολεθρευσαι εθνη παρανομα εν λογω στοματος αυτου

25 εν απειλη αυτου φυγειν εθνη απο προσωπου αυτου και ελεγξαι αμαρτωλους εν λογω καρδιας αυτων

26 και συναξει λαον αγιον ου αφηγησεται εν δικαιοσυνη και κρινει φυλας λαου ηγιασμενου υπο κυριου θεου αυτου

27 και ουκ αφησει αδικιαν εν μεσω αυτων αυλισθηναι ετι και ου κατοικησει πας ανθρωπος μετ' αυτων ειδως κακιαν γνωσεται γαρ αυτους οτι παντες υιοι θεου εισιν αυτων

28 και καταμερισει αυτους εν ταις φυλαις αυτων επι της γης και παροικος και αλλογενης ου παροικησει αυτοις ετι

29 κρινει λαους και εθνη εν σοφια δικαιοσυνης αυτου διαψαλμα

30 και εξει λαους εθνων δουλευειν αυτω υπο τον ζυγον αυτου και τον κυριον δοξασει εν επισημω πασης της γης και καθαριει ιερουσαλημ εν αγιασμω ως και το απ' αρχης

31 ερχεσθαι εθνη απ' ακρου της γης ιδειν την δοξαν αυτου φεροντες δωρα τους εξησθενηκοτας υιους αυτης και ιδειν την δοξαν κυριου ην εδοξασεν αυτην ο θεος

32 και αυτος βασιλευς δικαιος διδακτος υπο θεου επ' αυτους και ουκ εστιν αδικια εν ταις ημεραις αυτου εν μεσω αυτων οτι παντες αγιοι και βασιλευς αυτων χριστος κυριου

33 ου γαρ ελπιει επι ιππον και αναβατην και τοξον ουδε πληθυνει αυτω χρυσιον ουδε αργυριον εις πολεμον και πολλοις λαοις ου συναξει ελπιδας εις ημεραν πολεμου

34 κυριος αυτος βασιλευς αυτου ελπις του δυνατου ελπιδι θεου και ελεησει παντα τα εθνη ενωπιον αυτου εν φοβω

35 παταξει γαρ γην τω λογω του στοματος αυτου εις αιωνα ευλογησει λαον κυριου εν σοφια μετ' ευφροσυνης

36 και αυτος καθαρος απο αμαρτιας του αρχειν λαου μεγαλου ελεγξαι αρχοντας και εξαραι αμαρτωλους εν ισχυι λογου

37 και ουκ ασθενησει εν ταις ημεραις αυτου επι θεω αυτου οτι ο θεος κατειργασατο αυτον δυνατον εν πνευματι αγιω και σοφον εν βουλη συνεσεως μετα ισχυος και δικαιοσυνης

38 και ευλογια κυριου μετ' αυτου εν ισχυι και ουκ ασθενησει

39 η ελπις αυτου επι κυριον και τις δυναται προς αυτον

40 ισχυρος εν εργοις αυτου και κραταιος εν φοβω θεου ποιμαινων το ποιμνιον κυριου εν πιστει και δικαιοσυνη και ουκ αφησει ασθενησαι εν αυτοις εν τη νομη αυτων

41 εν ισοτητι παντας αυτους αξει και ουκ εσται εν αυτοις υπερηφανια του καταδυναστευθηναι εν αυτοις

42 αυτη η ευπρεπεια του βασιλεως ισραηλ ην εγνω ο θεος αναστησαι αυτον επ' οικον ισραηλ παιδευσαι αυτον

43 τα ρηματα αυτου πεπυρωμενα υπερ χρυσιον το πρωτον τιμιον εν συναγωγαις διακρινει λαου φυλας ηγιασμενου οι λογοι αυτου ως λογοι αγιων εν μεσω λαων ηγιασμενων

44 μακαριοι οι γενομενοι εν ταις ημεραις εκειναις ιδειν τα αγαθα ισραηλ εν συναγωγη φυλων α ποιησει ο θεος

45 ταχυναι ο θεος επι ισραηλ το ελεος αυτου ρυσαιτο ημας απο ακαθαρσιας εχθρων βεβηλων

46 κυριος αυτος βασιλευς ημων εις τον αιωνα και ετι πσσολ ψαλμος τω σαλωμων ετι του χριστου κυριου

  

Přeložit: