Psalm of Solomon 16

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 15   Psalm of Solomon 17 →

1 εν τω νυσταξαι ψυχην μου απο κυριου παρα μικρον ωλισθησα εν καταφορα υπνουντων μακραν απο θεου

2 παρ' ολιγον εξεχυθη η ψυχη μου εις θανατον συνεγγυς πυλων αδου μετα αμαρτωλου

3 εν τω διενεχθηναι ψυχην μου απο κυριου θεου ισραηλ ει μη ο κυριος αντελαβετο μου τω ελεει αυτου εις τον αιωνα

4 ενυξεν με ως κεντρον ιππου επι την γρηγορησιν αυτου ο σωτηρ και αντιληπτωρ μου εν παντι καιρω εσωσεν με

5 εξομολογησομαι σοι ο θεος οτι αντελαβου μου εις σωτηριαν και ουκ ελογισω με μετα των αμαρτωλων εις απωλειαν

6 μη αποστησης το ελεος σου απ' εμου ο θεος μηδε την μνημην σου απο καρδιας μου εως θανατου

7 επικρατησον μου ο θεος απο αμαρτιας πονηρας και απο πασης γυναικος πονηρας σκανδαλιζουσης αφρονα

8 και μη απατησατω με καλλος γυναικος παρανομουσης και παντος υποκειμενου απο αμαρτιας ανωφελους

9 τα εργα των χειρων μου κατευθυνον εν τοπω σου και τα διαβηματα μου εν τη μνημη σου διαφυλαξον

10 την γλωσσαν μου και τα χειλη μου εν λογοις αληθειας περιστειλον οργην και θυμον αλογον μακραν ποιησον απ' εμου

11 γογγυσμον και ολιγοψυχιαν εν θλιψει μακρυνον απ' εμου εαν αμαρτησω εν τω σε παιδευειν εις επιστροφην

12 ευδοκια δε μετα ιλαροτητος στηρισον την ψυχην μου εν τω ενισχυσαι σε την ψυχην μου αρκεσει μοι το δοθεν

13 οτι εαν μη συ ενισχυσης τις υφεξεται παιδειαν εν πενια

14 εν τω ελεγχεσθαι ψυχην εν χειρι σαπριας αυτου η δοκιμασια σου εν σαρκι αυτου και εν θλιψει πενιας

15 εν τω υπομειναι δικαιον εν τουτοις ελεηθησεται υπο κυριου πσσολ ψαλμος τω σαλωμων μετα ωδης τω βασιλει

← Psalm of Solomon 15   Psalm of Solomon 17 →

Přeložit:
Sdílet: