Psalm of Solomon 18

           

1 κυριε το ελεος σου επι τα εργα των χειρων σου εις τον αιωνα η χρηστοτης σου μετα δοματος πλουσιου επι ισραηλ

2 οι οφθαλμοι σου επιβλεποντες επ' αυτα και ουχ υστερησει εξ αυτων τα ωτα σου επακουει εις δεησιν πτωχου εν ελπιδι

3 τα κριματα σου επι πασαν την γην μετα ελεους και η αγαπη σου επι σπερμα αβρααμ υιους ισραηλ

4 η παιδεια σου εφ' ημας ως υιον πρωτοτοκον μονογενη αποστρεψαι ψυχην ευηκοον απο αμαθιας εν αγνοια

5 καθαρισαι ο θεος ισραηλ εις ημεραν ελεους εν ευλογια εις ημεραν εκλογης εν αναξει χριστου αυτου

6 μακαριοι οι γενομενοι εν ταις ημεραις εκειναις ιδειν τα αγαθα κυριου α ποιησει γενεα τη ερχομενη

7 υπο ραβδον παιδειας χριστου κυριου εν φοβω θεου αυτου εν σοφια πνευματος και δικαιοσυνης και ισχυος

8 κατευθυναι ανδρα εν εργοις δικαιοσυνης φοβω θεου καταστησαι παντας αυτους ενωπιον κυριου

9 γενεα αγαθη εν φοβω θεου εν ημεραις ελεους διαψαλμα

10 μεγας ημων ο θεος και ενδοξος εν υψιστοις κατοικων ο διαταξας εν πορεια φωστηρας εις καιρους ωρων αφ' ημερων εις ημερας και ου παρεβησαν απο οδου ης ενετειλω αυτοις

11 εν φοβω θεου η οδος αυτων καθ' εκαστην ημεραν αφ' ης ημερας εκτισεν αυτους ο θεος και εως αιωνος

12 και ουκ επλανηθησαν αφ' ης ημερας εκτισεν αυτους απο γενεων αρχαιων ουκ απεστησαν οδων αυτων ει μη ο θεος ενετειλατο αυτοις εν επιταγη δουλων αυτου



Přeložit: