Psalm of Solomon 15

           

1 εν τω θλιβεσθαι με επεκαλεσαμην το ονομα κυριου εις βοηθειαν ηλπισα του θεου ιακωβ και εσωθην οτι ελπις και καταφυγη των πτωχων συ ο θεος

2 τις γαρ ισχυει ο θεος ει μη εξομολογησασθαι σοι εν αληθεια και τι δυνατος ανθρωπος ει μη εξομολογησασθαι τω ονοματι σου

3 ψαλμον καινον μετα ωδης εν ευφροσυνη καρδιας καρπον χειλεων εν οργανω ηρμοσμενω γλωσσης απαρχην χειλεων απο καρδιας οσιας και δικαιας

4 ο ποιων ταυτα ου σαλευθησεται εις τον αιωνα απο κακου φλοξ πυρος και οργη αδικων ουχ αψεται αυτου

5 οταν εξελθη επι αμαρτωλους απο προσωπου κυριου ολεθρευσαι πασαν υποστασιν αμαρτωλων

6 οτι το σημειον του θεου επι δικαιους εις σωτηριαν

7 λιμος και ρομφαια και θανατος απο δικαιων μακραν φευξονται γαρ ως διωκομενοι πολεμου απο οσιων

8 καταδιωξονται δε αμαρτωλους και καταλημψονται και ουκ εκφευξονται οι ποιουντες ανομιαν το κριμα κυριου

9 ως υπο πολεμιων εμπειρων καταλημφθησονται το γαρ σημειον της απωλειας επι του μετωπου αυτων

10 και η κληρονομια των αμαρτωλων απωλεια και σκοτος και αι ανομιαι αυτων διωξονται αυτους εως αδου κατω

11 η κληρονομια αυτων ουχ ευρεθησεται τοις τεκνοις αυτων αι γαρ αμαρτιαι εξερημωσουσιν οικους αμαρτωλων

12 και απολουνται αμαρτωλοι εν ημερα κρισεως κυριου εις τον αιωνα οταν επισκεπτηται ο θεος την γην εν κριματι αυτου

13 οι δε φοβουμενοι τον κυριον ελεηθησονται εν αυτη και ζησονται εν τη ελεημοσυνη του θεου αυτων και αμαρτωλοι απολουνται εις τον αιωνα χρονον πσσολ υμνος τω σαλωμων εις αντιληψιν οσιοις



Přeložit: