Psalm of Solomon 14

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 13   Psalm of Solomon 15 →

1 πιστος κυριος τοις αγαπωσιν αυτον εν αληθεια τοις υπομενουσιν παιδειαν αυτου

2 τοις πορευομενοις εν δικαιοσυνη προσταγματων αυτου εν νομω ω ενετειλατο ημιν εις ζωην ημων

3 οσιοι κυριου ζησονται εν αυτω εις τον αιωνα ο παραδεισος του κυριου τα ξυλα της ζωης οσιοι αυτου

4 η φυτεια αυτων ερριζωμενη εις τον αιωνα ουκ εκτιλησονται πασας τας ημερας του ουρανου

5 οτι η μερις και κληρονομια του θεου εστιν ισραηλ

6 και ουχ ουτως οι αμαρτωλοι και παρανομοι οι ηγαπησαν ημεραν εν μετοχη αμαρτιας αυτων

7 εν μικροτητι σαπριας η επιθυμια αυτων και ουκ εμνησθησαν του θεου

8 οτι οδοι ανθρωπων γνωσται ενωπιον αυτου δια παντος και ταμιεια καρδιας επισταται προ του γενεσθαι

9 δια τουτο η κληρονομια αυτων αδης και σκοτος και απωλεια και ουχ ευρεθησονται εν ημερα ελεους δικαιων

10 οι δε οσιοι κυριου κληρονομησουσιν ζωην εν ευφροσυνη πσσολ ψαλμος τω σαλωμων μετα ωδης

← Psalm of Solomon 13   Psalm of Solomon 15 →

Přeložit:
Sdílet: