Psalm of Solomon 13

Greek OT: LXX [A] Unaccented

← Psalm of Solomon 12   Psalm of Solomon 14 →

1 δεξια κυριου εσκεπασεν με δεξια κυριου εφεισατο ημων

2 ο βραχιων κυριου εσωσεν ημας απο ρομφαιας διαπορευομενης απο λιμου και θανατου αμαρτωλων

3 θηρια επεδραμοσαν αυτοις πονηρα εν τοις οδουσιν αυτων ετιλλοσαν σαρκας αυτων και εν ταις μυλαις εθλων οστα αυτων

4 και εκ τουτων απαντων ερρυσατο ημας κυριος

5 εταραχθη ο ευσεβης δια τα παραπτωματα αυτου μηποτε συμπαραληφθη μετα των αμαρτωλων

6 οτι δεινη η καταστροφη του αμαρτωλου και ουχ αψεται δικαιου ουδεν εκ παντων τουτων

7 οτι ουχ ομοια η παιδεια των δικαιων εν αγνοια και η καταστροφη των αμαρτωλων

8 εν περιστολη παιδευεται δικαιος ινα μη επιχαρη ο αμαρτωλος τω δικαιω

9 οτι νουθετησει δικαιον ως υιον αγαπησεως και η παιδεια αυτου ως πρωτοτοκου

10 οτι φεισεται κυριος των οσιων αυτου και τα παραπτωματα αυτων εξαλειψει εν παιδεια

11 η γαρ ζωη των δικαιων εις τον αιωνα αμαρτωλοι δε αρθησονται εις απωλειαν και ουχ ευρεθησεται μνημοσυνον αυτων ετι

12 επι δε τους οσιους το ελεος κυριου και επι τους φοβουμενους αυτον το ελεος αυτου πσσολ υμνος τω σαλωμων

← Psalm of Solomon 12   Psalm of Solomon 14 →

Přeložit:
Sdílet: