Odes 6

Greek OT: LXX [A] Unaccented

← Odes 5   Odes 7 →

1 προσευχη ιωνα

3 εβοησα εν θλιψει μου προς κυριον τον θεον μου και εισηκουσεν μου εκ κοιλιας αδου κραυγης μου ηκουσας φωνης μου

4 απερριψας με εις βαθη καρδιας θαλασσης και ποταμοι με εκυκλωσαν παντες οι μετεωρισμοι σου και τα κυματα σου επ' εμε διηλθον

5 καγω ειπα απωσμαι εξ οφθαλμων σου αρα προσθησω του επιβλεψαι προς ναον τον αγιον σου

6 περιεχυθη μοι υδωρ εως ψυχης μου αβυσσος εκυκλωσεν με εσχατη εδυ η κεφαλη μου εις σχισμας ορεων

7 κατεβην εις γην ης οι μοχλοι αυτης κατοχοι αιωνιοι και αναβητω εκ φθορας η ζωη μου κυριε ο θεος μου

8 εν τω εκλειπειν την ψυχην μου απ' εμου του κυριου εμνησθην και ελθοι προς σε η προσευχη μου εις ναον αγιον σου

9 φυλασσομενοι ματαια και ψευδη ελεος αυτων εγκατελιπον

10 εγω δε μετα φωνης αινεσεως και εξομολογησεως θυσω σοι οσα ηυξαμην αποδωσω σοι εις σωτηριαν μου τω κυριω

← Odes 5   Odes 7 →

Přeložit:
Sdílet: