Odes 5

           

1a προσευχη ησαιου

9 εκ νυκτος ορθριζει το πνευμα μου προς σε ο θεος διοτι φως τα προσταγματα σου επι της γης δικαιοσυνην μαθετε οι ενοικουντες επι της γης

10 πεπαυται γαρ ο ασεβης ου μη μαθη δικαιοσυνην επι της γης αληθειαν ου μη ποιησει αρθητω ο ασεβης ινα μη ιδη την δοξαν κυριου

11 κυριε υψηλος σου ο βραχιων και ουκ ηδεισαν γνοντες δε αισχυνθητωσαν ζηλος λημψεται λαον απαιδευτον και νυν πυρ τους υπεναντιους εδεται

12 κυριε ο θεος ημων ειρηνην δος ημιν παντα γαρ απεδωκας ημιν

13 κυριε ο θεος ημων κτησαι ημας κυριε εκτος σου αλλον ουκ οιδαμεν το ονομα σου ονομαζομεν

14 οι δε νεκροι ζωην ου μη ιδωσιν ουδε ιατροι ου μη αναστησουσιν δια τουτο επηγαγες και απωλεσας και ηρας παν αρσεν αυτων

15 προσθες αυτοις κακα κυριε προσθες κακα τοις ενδοξοις της γης

16 κυριε εν θλιψει εμνησθην σου εν θλιψει μικρα η παιδεια σου ημιν

17 και ως η ωδινουσα εγγιζει του τεκειν και επι τη ωδινι αυτης εκεκραξεν ουτως εγενηθημεν τω αγαπητω σου

18 δια τον φοβον σου κυριε εν γαστρι ελαβομεν και ωδινησαμεν και ετεκομεν πνευμα σωτηριας σου εποιησαμεν επι της γης ου πεσουμεθα αλλα πεσουνται οι ενοικουντες επι της γης

19 αναστησονται οι νεκροι και εγερθησονται οι εν τοις μνημειοις και ευφρανθησονται οι εν τη γη η γαρ δροσος η παρα σου ιαμα αυτοις εστιν η δε γη των ασεβων πεσειται

20 βαδιζε λαος μου εισελθε εις τα ταμιεια σου αποκλεισον την θυραν σου αποκρυβηθι μικρον οσον οσον εως αν παρελθη η οργη κυριου



Přeložit: