Odes 7

Greek OT: LXX [A] Unaccented

← Odes 6   Odes 8 →

1a προσευχη αζαριου

26 ευλογητος ει κυριε ο θεος των πατερων ημων και αινετον και δεδοξασμενον το ονομα σου εις τους αιωνας

27 οτι δικαιος ει επι πασιν οις εποιησας ημιν και παντα τα εργα σου αληθινα και ευθειαι αι οδοι σου και πασαι αι κρισεις σου αληθεις

28 και κριματα αληθειας εποιησας κατα παντα α επηγαγες ημιν και επι την πολιν την αγιαν την των πατερων ημων ιερουσαλημ οτι εν αληθεια και κρισει επηγαγες ταυτα παντα δια τας αμαρτιας ημων

29 οτι ημαρτομεν και ηνομησαμεν αποστηναι απο σου και εξημαρτομεν εν πασιν και των εντολων σου ουκ ηκουσαμεν

30 ουδε συνετηρησαμεν ουδε εποιησαμεν καθως ενετειλω ημιν ινα ευ ημιν γενηται

31 και παντα οσα επηγαγες ημιν και παντα οσα εποιησας ημιν εν αληθινη κρισει εποιησας

32 και παρεδωκας ημας εις χειρας εχθρων ανομων εχθιστων αποστατων και βασιλει αδικω και πονηροτατω παρα πασαν την γην

33 και νυν ουκ εστιν ημιν ανοιξαι το στομα αισχυνη και ονειδος εγενηθη τοις δουλοις σου και τοις σεβομενοις σε

34 μη δη παραδως ημας εις τελος δια το ονομα σου και μη διασκεδασης την διαθηκην σου

35 και μη αποστησης το ελεος σου αφ' ημων δι' αβρααμ τον ηγαπημενον υπο σου και δια ισαακ τον δουλον σου και ισραηλ τον αγιον σου

36 οις ελαλησας προς αυτους λεγων πληθυναι το σπερμα αυτων ως τα αστρα του ουρανου και ως την αμμον την παρα το χειλος της θαλασσης

37 οτι δεσποτα εσμικρυνθημεν παρα παντα τα εθνη και εσμεν ταπεινοι εν παση τη γη σημερον δια τας αμαρτιας ημων

38 και ουκ εστιν εν τω καιρω τουτω αρχων και προφητης και ηγουμενος ουδε ολοκαυτωσις ουδε θυσια ουδε προσφορα ουδε θυμιαμα ου τοπος του καρπωσαι ενωπιον σου και ευρειν ελεος

39 αλλ' εν ψυχη συντετριμμενη και πνευματι ταπεινωσεως προσδεχθειημεν ως εν ολοκαυτωμασιν κριων και ταυρων και ως εν μυριασιν αρνων πιονων

40 ουτως γενεσθω η θυσια ημων ενωπιον σου σημερον και εκτελεσαι οπισθεν σου οτι ουκ εστιν αισχυνη τοις πεποιθοσιν επι σοι

41 και νυν εξακολουθουμεν εν ολη καρδια και φοβουμεθα σε και ζητουμεν το προσωπον σου μη καταισχυνης ημας

42 αλλα ποιησον μεθ' ημων κατα την επιεικειαν σου και κατα το πληθος του ελεου σου

43 και εξελου ημας κατα τα θαυμασια σου και δος δοξαν τω ονοματι σου κυριε

44 και εντραπειησαν παντες οι ενδεικνυμενοι τοις δουλοις σου κακα και καταισχυνθειησαν απο πασης δυναμεως και δυναστειας και η ισχυς αυτων συντριβειη

45 και γνωτωσαν οτι συ ει κυριος ο θεος μονος και ενδοξος εφ' ολην την οικουμενην

← Odes 6   Odes 8 →

Přeložit:
Sdílet: