Hosea 10

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Hosea 9   Hosea 11 →

1 αμπελος ευκληματουσα ισραηλ ο καρπος αυτης ευθηνων κατα το πληθος των καρπων αυτου επληθυνεν τα θυσιαστηρια κατα τα αγαθα της γης αυτου ωκοδομησεν στηλας

2 εμερισαν καρδιας αυτων νυν αφανισθησονται αυτος κατασκαψει τα θυσιαστηρια αυτων ταλαιπωρησουσιν αι στηλαι αυτων

3 διοτι νυν ερουσιν ουκ εστιν βασιλευς ημιν οτι ουκ εφοβηθημεν τον κυριον ο δε βασιλευς τι ποιησει ημιν

4 λαλων ρηματα προφασεις ψευδεις διαθησεται διαθηκην ανατελει ως αγρωστις κριμα επι χερσον αγρου

5 τω μοσχω του οικου ων παροικησουσιν οι κατοικουντες σαμαρειαν οτι επενθησεν ο λαος αυτου επ' αυτον και καθως παρεπικραναν αυτον επιχαρουνται επι την δοξαν αυτου οτι μετωκισθη απ' αυτου

6 και αυτον εις ασσυριους δησαντες απηνεγκαν ξενια τω βασιλει ιαριμ εν δοματι εφραιμ δεξεται και αισχυνθησεται ισραηλ εν τη βουλη αυτου

7 απερριψεν σαμαρεια βασιλεα αυτης ως φρυγανον επι προσωπου υδατος

8 και εξαρθησονται βωμοι ων αμαρτηματα του ισραηλ ακανθαι και τριβολοι αναβησονται επι τα θυσιαστηρια αυτων και ερουσιν τοις ορεσιν καλυψατε ημας και τοις βουνοις πεσατε εφ' ημας

9 αφ' ου οι βουνοι ημαρτεν ισραηλ εκει εστησαν ου μη καταλαβη αυτους εν τω βουνω πολεμος επι τα τεκνα αδικιας

10 ηλθεν παιδευσαι αυτους και συναχθησονται επ' αυτους λαοι εν τω παιδευεσθαι αυτους εν ταις δυσιν αδικιαις αυτων

11 εφραιμ δαμαλις δεδιδαγμενη αγαπαν νεικος εγω δε επελευσομαι επι το καλλιστον του τραχηλου αυτης επιβιβω εφραιμ και παρασιωπησομαι ιουδαν ενισχυσει αυτω ιακωβ

12 σπειρατε εαυτοις εις δικαιοσυνην τρυγησατε εις καρπον ζωης φωτισατε εαυτοις φως γνωσεως εκζητησατε τον κυριον εως του ελθειν γενηματα δικαιοσυνης υμιν

13 ινα τι παρεσιωπησατε ασεβειαν και τας αδικιας αυτης ετρυγησατε εφαγετε καρπον ψευδη οτι ηλπισας εν τοις αρμασιν σου εν πληθει δυναμεως σου

14 και εξαναστησεται απωλεια εν τω λαω σου και παντα τα περιτετειχισμενα σου οιχησεται ως αρχων σαλαμαν εκ του οικου ιεροβααλ εν ημεραις πολεμου μητερα επι τεκνοις ηδαφισαν

15 ουτως ποιησω υμιν οικος του ισραηλ απο προσωπου κακιων υμων ορθρου απερριφησαν απερριφη βασιλευς ισραηλ

← Hosea 9   Hosea 11 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 193


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 273, 921, 1069, 1179, 1186, 1453, 3727, ...

Apocalypse Revealed 242, 298, 339, 392

Sacred Scripture 79


References from Swedenborg's unpublished works:

Apocalypse Explained 355, 391, 411, 783

Coronis (An Appendix to True Christian Religion) 56

The White Horse - Appendix 1

Scriptural Confirmations 4, 9, 54, 75

Jiný komentář

  Příběhy:


Hop to Similar Bible Verses

Exodus 23:24

Leviticus 26:30

Judges 20:21, 25

1 Samuel 24:14

1 Kings 12:28, 30

2 Kings 15:13, 17:3, 4

Job 4:8

Psalms 33:16, 118:9

Proverbs 11:18

Isaiah 2:19, 21, 5:4, 7, 45:8, 54:14, 55:6

Jeremiah 4:3, 11:13, 17

Hosea 2:10, 3:4, 4:15, 19, 5:13, 6:3, 8:5, 6, 7, 11, 9:9, 11:6, 13:2, 10

Amos 1:5, 3:14, 5:4

Zephaniah 1:4

Luke 23:30

2 Corinthians 9:10

Galatians 6:7, 8

Revelation 16


Přeložit: