Hosea 9

Greek OT: LXX [A] Unaccented

Studovat vnitřní smysl

← Hosea 8   Hosea 10 →

1 μη χαιρε ισραηλ μηδε ευφραινου καθως οι λαοι διοτι επορνευσας απο του θεου σου ηγαπησας δοματα επι παντα αλωνα σιτου

2 αλων και ληνος ουκ εγνω αυτους και ο οινος εψευσατο αυτους

3 ου κατωκησαν εν τη γη του κυριου κατωκησεν εφραιμ εις αιγυπτον και εν ασσυριοις ακαθαρτα φαγονται

4 ουκ εσπεισαν τω κυριω οινον και ουχ ηδυναν αυτω αι θυσιαι αυτων ως αρτος πενθους αυτοις παντες οι εσθοντες αυτα μιανθησονται διοτι οι αρτοι αυτων ταις ψυχαις αυτων ουκ εισελευσονται εις τον οικον κυριου

5 τι ποιησετε εν ημερα πανηγυρεως και εν ημερα εορτης του κυριου

6 δια τουτο ιδου πορευσονται εκ ταλαιπωριας αιγυπτου και εκδεξεται αυτους μεμφις και θαψει αυτους μαχμας το αργυριον αυτων ολεθρος κληρονομησει ακανθαι εν τοις σκηνωμασιν αυτων

7 ηκασιν αι ημεραι της εκδικησεως ηκασιν αι ημεραι της ανταποδοσεως σου και κακωθησεται ισραηλ ωσπερ ο προφητης ο παρεξεστηκως ανθρωπος ο πνευματοφορος υπο του πληθους των αδικιων σου επληθυνθη μανια σου

8 σκοπος εφραιμ μετα θεου προφητης παγις σκολια επι πασας τας οδους αυτου μανιαν εν οικω κυριου κατεπηξαν

9 εφθαρησαν κατα τας ημερας του βουνου μνησθησεται αδικιας αυτου εκδικησει αμαρτιας αυτου

10 ως σταφυλην εν ερημω ευρον τον ισραηλ και ως σκοπον εν συκη προιμον ειδον πατερας αυτων αυτοι εισηλθον προς τον βεελφεγωρ και απηλλοτριωθησαν εις αισχυνην και εγενοντο οι ηγαπημενοι ως οι εβδελυγμενοι

11 εφραιμ ως ορνεον εξεπετασθη αι δοξαι αυτων εκ τοκων και ωδινων και συλλημψεων

12 διοτι και εαν εκθρεψωσιν τα τεκνα αυτων ατεκνωθησονται εξ ανθρωπων διοτι και ουαι αυτοις εστιν σαρξ μου εξ αυτων

13 εφραιμ ον τροπον ειδον εις θηραν παρεστησαν τα τεκνα αυτων και εφραιμ του εξαγαγειν εις αποκεντησιν τα τεκνα αυτου

14 δος αυτοις κυριε τι δωσεις αυτοις δος αυτοις μητραν ατεκνουσαν και μαστους ξηρους

15 πασαι αι κακιαι αυτων εις γαλγαλ οτι εκει αυτους εμισησα δια τας κακιας των επιτηδευματων αυτων εκ του οικου μου εκβαλω αυτους ου μη προσθησω του αγαπησαι αυτους παντες οι αρχοντες αυτων απειθουντες

16 επονεσεν εφραιμ τας ριζας αυτου εξηρανθη καρπον ουκετι μη ενεγκη διοτι και εαν γεννησωσιν αποκτενω τα επιθυμηματα κοιλιας αυτων

17 απωσεται αυτους ο θεος οτι ουκ εισηκουσαν αυτου και εσονται πλανηται εν τοις εθνεσιν

← Hosea 8   Hosea 10 →
Studovat vnitřní smysl

Hlavní vysvětlení ze Swedenborgových prací:

Inner Meaning of Prophets and Psalms 192

Komentář k této kapitole:

Příběhy:

Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 217, 264, 273, 382, 1071, 1165, 1566 ...

Apocalypse Revealed 316, 334, 503, 535, 585, 651, 757

The Lord 4, 48

Sacred Scripture 79

True Christianity 247

Ukázat odkazy z nepublikovaných děl Swedenborga



Přeložit:
Sdílet: