Hosea 11

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Hosea 10   Hosea 12 →

1 διοτι νηπιος ισραηλ και εγω ηγαπησα αυτον και εξ αιγυπτου μετεκαλεσα τα τεκνα αυτου

2 καθως μετεκαλεσα αυτους ουτως απωχοντο εκ προσωπου μου αυτοι τοις βααλιμ εθυον και τοις γλυπτοις εθυμιων

3 και εγω συνεποδισα τον εφραιμ ανελαβον αυτον επι τον βραχιονα μου και ουκ εγνωσαν οτι ιαμαι αυτους

4 εν διαφθορα ανθρωπων εξετεινα αυτους εν δεσμοις αγαπησεως μου και εσομαι αυτοις ως ραπιζων ανθρωπος επι τας σιαγονας αυτου και επιβλεψομαι προς αυτον δυνησομαι αυτω

5 κατωκησεν εφραιμ εν αιγυπτω και ασσουρ αυτος βασιλευς αυτου οτι ουκ ηθελησεν επιστρεψαι

6 και ησθενησεν ρομφαια εν ταις πολεσιν αυτου και κατεπαυσεν εν ταις χερσιν αυτου και φαγονται εκ των διαβουλιων αυτων

7 και ο λαος αυτου επικρεμαμενος εκ της κατοικιας αυτου και ο θεος επι τα τιμια αυτου θυμωθησεται και ου μη υψωση αυτον

8 τι σε διαθω εφραιμ υπερασπιω σου ισραηλ τι σε διαθω ως αδαμα θησομαι σε και ως σεβωιμ μετεστραφη η καρδια μου εν τω αυτω συνεταραχθη η μεταμελεια μου

9 ου μη ποιησω κατα την οργην του θυμου μου ου μη εγκαταλιπω του εξαλειφθηναι τον εφραιμ διοτι θεος εγω ειμι και ουκ ανθρωπος εν σοι αγιος και ουκ εισελευσομαι εις πολιν

10 οπισω κυριου πορευσομαι ως λεων ερευξεται οτι αυτος ωρυσεται και εκστησονται τεκνα υδατων

11 και εκστησονται ως ορνεον εξ αιγυπτου και ως περιστερα εκ γης ασσυριων και αποκαταστησω αυτους εις τους οικους αυτων λεγει κυριος

← Hosea 10   Hosea 12 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

The Inner Meaning of the Prophets and Psalms 194


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 588, 870, 1165, 1186, 1462, 1502, 2135, ...

Apocalypse Revealed 238, 241, 471, 503, 543, 757

Sacred Scripture 79

True Christianity 247


References from Swedenborg's unpublished works:

Apocalypse Explained 275, 278, 324, 448, 601, 654, 724, ...

Jiný komentář

  Příběhy:


  Biblická studia:


Hop to Similar Bible Verses

Exodus 4:22, 15:26, 19:4

Leviticus 26:25

Numbers 23:19

Deuteronomy 1:31, 29:22, 32:12, 14, 25, 33:3, 27

2 Kings 17:14

2 Chronicles 36:15

Psalms 78:38, 85:4

Isaiah 11:11, 26:10, 30:1, 43:4, 63:15

Jeremiah 2:2, 7:25, 26, 8:5, 9:6, 25:30, 30:11, 31:3, 20, 44:5, 50:4

Ezekiel 16:22, 28:26

Hosea 4:17, 6:4, 7:16, 9:3, 10:6, 12:1, 13:2

Amos 4:6, 8, 9, 10, 11

Zechariah 8:7, 8, 10:10

Matthew 2:15

John 5:40

Revelation 10:3


Přeložit: