Exodus 14

Studovat vnitřní smysl

Greek OT: LXX [A] Unaccented         

← Exodus 13   Exodus 15 →

1 και ελαλησεν κυριος προς μωυσην λεγων

2 λαλησον τοις υιοις ισραηλ και αποστρεψαντες στρατοπεδευσατωσαν απεναντι της επαυλεως ανα μεσον μαγδωλου και ανα μεσον της θαλασσης εξ εναντιας βεελσεπφων ενωπιον αυτων στρατοπεδευσεις επι της θαλασσης

3 και ερει φαραω τω λαω αυτου οι υιοι ισραηλ πλανωνται ουτοι εν τη γη συγκεκλεικεν γαρ αυτους η ερημος

4 εγω δε σκληρυνω την καρδιαν φαραω και καταδιωξεται οπισω αυτων και ενδοξασθησομαι εν φαραω και εν παση τη στρατια αυτου και γνωσονται παντες οι αιγυπτιοι οτι εγω ειμι κυριος και εποιησαν ουτως

5 και ανηγγελη τω βασιλει των αιγυπτιων οτι πεφευγεν ο λαος και μετεστραφη η καρδια φαραω και των θεραποντων αυτου επι τον λαον και ειπαν τι τουτο εποιησαμεν του εξαποστειλαι τους υιους ισραηλ του μη δουλευειν ημιν

6 εζευξεν ουν φαραω τα αρματα αυτου και παντα τον λαον αυτου συναπηγαγεν μεθ' εαυτου

7 και λαβων εξακοσια αρματα εκλεκτα και πασαν την ιππον των αιγυπτιων και τριστατας επι παντων

8 και εσκληρυνεν κυριος την καρδιαν φαραω βασιλεως αιγυπτου και των θεραποντων αυτου και κατεδιωξεν οπισω των υιων ισραηλ οι δε υιοι ισραηλ εξεπορευοντο εν χειρι υψηλη

9 και κατεδιωξαν οι αιγυπτιοι οπισω αυτων και ευροσαν αυτους παρεμβεβληκοτας παρα την θαλασσαν και πασα η ιππος και τα αρματα φαραω και οι ιππεις και η στρατια αυτου απεναντι της επαυλεως εξ εναντιας βεελσεπφων

10 και φαραω προσηγεν και αναβλεψαντες οι υιοι ισραηλ τοις οφθαλμοις ορωσιν και οι αιγυπτιοι εστρατοπεδευσαν οπισω αυτων και εφοβηθησαν σφοδρα ανεβοησαν δε οι υιοι ισραηλ προς κυριον

11 και ειπεν προς μωυσην παρα το μη υπαρχειν μνηματα εν γη αιγυπτω εξηγαγες ημας θανατωσαι εν τη ερημω τι τουτο εποιησας ημιν εξαγαγων εξ αιγυπτου

12 ου τουτο ην το ρημα ο ελαλησαμεν προς σε εν αιγυπτω λεγοντες παρες ημας οπως δουλευσωμεν τοις αιγυπτιοις κρεισσον γαρ ημας δουλευειν τοις αιγυπτιοις η αποθανειν εν τη ερημω ταυτη

13 ειπεν δε μωυσης προς τον λαον θαρσειτε στητε και ορατε την σωτηριαν την παρα του θεου ην ποιησει ημιν σημερον ον τροπον γαρ εωρακατε τους αιγυπτιους σημερον ου προσθησεσθε ετι ιδειν αυτους εις τον αιωνα χρονον

14 κυριος πολεμησει περι υμων και υμεις σιγησετε

15 ειπεν δε κυριος προς μωυσην τι βοας προς με λαλησον τοις υιοις ισραηλ και αναζευξατωσαν

16 και συ επαρον τη ραβδω σου και εκτεινον την χειρα σου επι την θαλασσαν και ρηξον αυτην και εισελθατωσαν οι υιοι ισραηλ εις μεσον της θαλασσης κατα το ξηρον

17 και ιδου εγω σκληρυνω την καρδιαν φαραω και των αιγυπτιων παντων και εισελευσονται οπισω αυτων και ενδοξασθησομαι εν φαραω και εν παση τη στρατια αυτου και εν τοις αρμασιν και εν τοις ιπποις αυτου

18 και γνωσονται παντες οι αιγυπτιοι οτι εγω ειμι κυριος ενδοξαζομενου μου εν φαραω και εν τοις αρμασιν και ιπποις αυτου

19 εξηρεν δε ο αγγελος του θεου ο προπορευομενος της παρεμβολης των υιων ισραηλ και επορευθη εκ των οπισθεν εξηρεν δε και ο στυλος της νεφελης απο προσωπου αυτων και εστη εκ των οπισω αυτων

20 και εισηλθεν ανα μεσον της παρεμβολης των αιγυπτιων και ανα μεσον της παρεμβολης ισραηλ και εστη και εγενετο σκοτος και γνοφος και διηλθεν η νυξ και ου συνεμιξαν αλληλοις ολην την νυκτα

21 εξετεινεν δε μωυσης την χειρα επι την θαλασσαν και υπηγαγεν κυριος την θαλασσαν εν ανεμω νοτω βιαιω ολην την νυκτα και εποιησεν την θαλασσαν ξηραν και εσχισθη το υδωρ

22 και εισηλθον οι υιοι ισραηλ εις μεσον της θαλασσης κατα το ξηρον και το υδωρ αυτοις τειχος εκ δεξιων και τειχος εξ ευωνυμων

23 κατεδιωξαν δε οι αιγυπτιοι και εισηλθον οπισω αυτων πασα η ιππος φαραω και τα αρματα και οι αναβαται εις μεσον της θαλασσης

24 εγενηθη δε εν τη φυλακη τη εωθινη και επεβλεψεν κυριος επι την παρεμβολην των αιγυπτιων εν στυλω πυρος και νεφελης και συνεταραξεν την παρεμβολην των αιγυπτιων

25 και συνεδησεν τους αξονας των αρματων αυτων και ηγαγεν αυτους μετα βιας και ειπαν οι αιγυπτιοι φυγωμεν απο προσωπου ισραηλ ο γαρ κυριος πολεμει περι αυτων τους αιγυπτιους

26 ειπεν δε κυριος προς μωυσην εκτεινον την χειρα σου επι την θαλασσαν και αποκαταστητω το υδωρ και επικαλυψατω τους αιγυπτιους επι τε τα αρματα και τους αναβατας

27 εξετεινεν δε μωυσης την χειρα επι την θαλασσαν και απεκατεστη το υδωρ προς ημεραν επι χωρας οι δε αιγυπτιοι εφυγον υπο το υδωρ και εξετιναξεν κυριος τους αιγυπτιους μεσον της θαλασσης

28 και επαναστραφεν το υδωρ εκαλυψεν τα αρματα και τους αναβατας και πασαν την δυναμιν φαραω τους εισπεπορευμενους οπισω αυτων εις την θαλασσαν και ου κατελειφθη εξ αυτων ουδε εις

29 οι δε υιοι ισραηλ επορευθησαν δια ξηρας εν μεσω της θαλασσης το δε υδωρ αυτοις τειχος εκ δεξιων και τειχος εξ ευωνυμων

30 και ερρυσατο κυριος τον ισραηλ εν τη ημερα εκεινη εκ χειρος των αιγυπτιων και ειδεν ισραηλ τους αιγυπτιους τεθνηκοτας παρα το χειλος της θαλασσης

31 ειδεν δε ισραηλ την χειρα την μεγαλην α εποιησεν κυριος τοις αιγυπτιοις εφοβηθη δε ο λαος τον κυριον και επιστευσαν τω θεω και μωυση τω θεραποντι αυτου

← Exodus 13   Exodus 15 →
   Studovat vnitřní smysl
Swedenborg

Hlavní výklad ze Swedenborgových prací:

Arcana Coelestia 8125, 8126, 8127, 8128, 8129, 8130, 8131, ...

Apocalypse Revealed 503


Další odkazy Swedenborga k této kapitole:

Arcana Coelestia 842, 878, 4236, 4876, 4936, 5215, 5321, ...

Apocalypse Revealed 343, 485

True Christian Religion 635


References from Swedenborg's unpublished works:

Apocalypse Explained 355, 419, 504, 573, 594, 654, 706, ...

Coronis (An Appendix to True Christian Religion) 34, 41

Jiný komentář

  Příběhy:



Hop to Similar Bible Verses

Genesis 8:1, 26:24

Exodus 4:21, 31, 6:7, 10:2, 12:28, 13:17, 18, 15:1, 3, 4, 8, 19, 16:3, 17:3, 19:9

Leviticus 26:13

Numbers 14:2, 9, 33:3, 7

Deuteronomy 1:30, 3:22, 11:4, 20:3

Joshua 2:10, 3:16, 17, 4:14, 24, 7:10, 10:14, 11:20, 24:6, 7

Judges 4:7, 10:11

1 Samuel 4:7, 12:18, 14:23

2 Kings 2:8, 14, 6:16

2 Chronicles 20:15, 17, 24, 29

Nehemiah 4:14, 9:9, 11

Job 38:24

Psalms 35:1, 66:6, 68:21, 74:13, 78:13, 53, 91:8, 105:43, 106:7, 9, 11, 12, 22, 114:3, 136:13, 14, 15, 148:8

Isaiah 11:15, 16, 30:15, 31:4, 41:10, 44:27, 51:10, 52:12

Jeremiah 46:14

Lamentations 3:26

Ezekiel 28:22, 38:16, 23

Hosea 1:7

Amos 9:4

Micah 2:13

Acts of the Apostles 7:36

Romans 9:18

1 Corinthians 10:1

Hebrews 11:29

Resources for parents and teachers

The items listed here are provided courtesy of our friends at the General Church of the New Jerusalem. You can search/browse their whole library by following this link.


 Crossing the Red Sea
A New Church Bible story explanation for teaching Sunday school. Includes lesson materials for Primary (3-8 years), Junior (9-11 years), Intermediate (12-14 years), Senior (15-17 years) and Adults.
Teaching Support | Ages over 3

 Crossing the Red Sea
Family lessons provide a worship talk and a variety of activities for children and teens..
Religion Lesson | Ages 4 - 17

 Crossing the Red Sea
If we remember to turn to the Lord and ask Him to help us do what is right, He will lead us on the path which will bring us to our promised land—to heaven! 
Worship Talk | Ages 7 - 14

 Crossing the Red Sea
 Write how you might feel if you saw the east wind part the Red Sea! 
Activity | Ages 7 - 10

 Crossing the Red Sea
This lesson discusses a story from the Word and suggests projects and activities for young children.
Sunday School Lesson | Ages 4 - 6

 Crossing the Red Sea Diorama
Make a diorama with crumpled tissue paper making the “walls of water” on either side and clay figures going across the Red Sea on dry ground.
Project | Ages 7 - 14

 Crossing the Red Sea (sheet music)
Song | Ages 4 - 14

 Demonstration of Miracle at the Red Sea
Activity | Ages up to 10

 Go Forward
Worship Talk | Ages over 18

 Journey to Canaan Game (for three lessons)
Sunday School Lesson | Ages 9 - 12

 Moving Through Our Fears
Spiritual tasks offer a reflection on a Biblical story and suggest a task for spiritual growth.
Activity | Ages over 18

 Overview of Lead and Guide Us Levels A B C for Ages 3-14
Overview of the Youth Journey Program "Lead and Guide Us", Levels A, B and C, for ages 3-14. Suitable for Sunday schools, camps, classrooms and families.
Sunday School Lesson | Ages 3 - 14

 Pillar of Fire and Cloud, Crossing the Red Sea, Manna
Lesson outline provides teaching ideas with questions for discussion, projects, and activities.
Sunday School Lesson | Ages 7 - 10

 Pillar of Smoke and Fire
Project | Ages 4 - 10

 Quotes: Trusting in the Lord
Teaching Support | Ages over 15

 Taking Care for the Morrow
We must work and plan for the future but trust that the Lord has the ability and the desire to lead us to heavenly happiness. 
Worship Talk | Ages over 18

 The Crossing of the Red Sea
A lesson for younger children with discussion ideas and a project.
Sunday School Lesson | Ages 4 - 6

 The Lord's Presence and Protection
Worship Talk | Ages 7 - 14

 The Miracle at the Red Sea
Coloring Page | Ages 7 - 14


Přeložit: