Exodus 15

Study

           

1 τοτε ησεν μωυσης και οι υιοι ισραηλ την ωδην ταυτην τω θεω και ειπαν λεγοντες ασωμεν τω κυριω ενδοξως γαρ δεδοξασται ιππον και αναβατην ερριψεν εις θαλασσαν

2 βοηθος και σκεπαστης εγενετο μοι εις σωτηριαν ουτος μου θεος και δοξασω αυτον θεος του πατρος μου και υψωσω αυτον

3 κυριος συντριβων πολεμους κυριος ονομα αυτω

4 αρματα φαραω και την δυναμιν αυτου ερριψεν εις θαλασσαν επιλεκτους αναβατας τριστατας κατεποντισεν εν ερυθρα θαλασση

5 ποντω εκαλυψεν αυτους κατεδυσαν εις βυθον ωσει λιθος

6 η δεξια σου κυριε δεδοξασται εν ισχυι η δεξια σου χειρ κυριε εθραυσεν εχθρους

7 και τω πληθει της δοξης σου συνετριψας τους υπεναντιους απεστειλας την οργην σου και κατεφαγεν αυτους ως καλαμην

8 και δια πνευματος του θυμου σου διεστη το υδωρ επαγη ωσει τειχος τα υδατα επαγη τα κυματα εν μεσω της θαλασσης

9 ειπεν ο εχθρος διωξας καταλημψομαι μεριω σκυλα εμπλησω ψυχην μου ανελω τη μαχαιρη μου κυριευσει η χειρ μου

10 απεστειλας το πνευμα σου εκαλυψεν αυτους θαλασσα εδυσαν ωσει μολιβος εν υδατι σφοδρω

11 τις ομοιος σοι εν θεοις κυριε τις ομοιος σοι δεδοξασμενος εν αγιοις θαυμαστος εν δοξαις ποιων τερατα

12 εξετεινας την δεξιαν σου κατεπιεν αυτους γη

13 ωδηγησας τη δικαιοσυνη σου τον λαον σου τουτον ον ελυτρωσω παρεκαλεσας τη ισχυι σου εις καταλυμα αγιον σου

14 ηκουσαν εθνη και ωργισθησαν ωδινες ελαβον κατοικουντας φυλιστιιμ

15 τοτε εσπευσαν ηγεμονες εδωμ και αρχοντες μωαβιτων ελαβεν αυτους τρομος ετακησαν παντες οι κατοικουντες χανααν

16 επιπεσοι επ' αυτους φοβος και τρομος μεγεθει βραχιονος σου απολιθωθητωσαν εως αν παρελθη ο λαος σου κυριε εως αν παρελθη ο λαος σου ουτος ον εκτησω

17 εισαγαγων καταφυτευσον αυτους εις ορος κληρονομιας σου εις ετοιμον κατοικητηριον σου ο κατειργασω κυριε αγιασμα κυριε ο ητοιμασαν αι χειρες σου

18 κυριος βασιλευων τον αιωνα και επ' αιωνα και ετι

19 οτι εισηλθεν ιππος φαραω συν αρμασιν και αναβαταις εις θαλασσαν και επηγαγεν επ' αυτους κυριος το υδωρ της θαλασσης οι δε υιοι ισραηλ επορευθησαν δια ξηρας εν μεσω της θαλασσης

20 λαβουσα δε μαριαμ η προφητις η αδελφη ααρων το τυμπανον εν τη χειρι αυτης και εξηλθοσαν πασαι αι γυναικες οπισω αυτης μετα τυμπανων και χορων

21 εξηρχεν δε αυτων μαριαμ λεγουσα ασωμεν τω κυριω ενδοξως γαρ δεδοξασται ιππον και αναβατην ερριψεν εις θαλασσαν

22 εξηρεν δε μωυσης τους υιους ισραηλ απο θαλασσης ερυθρας και ηγαγεν αυτους εις την ερημον σουρ και επορευοντο τρεις ημερας εν τη ερημω και ουχ ηυρισκον υδωρ ωστε πιειν

23 ηλθον δε εις μερρα και ουκ ηδυναντο πιειν εκ μερρας πικρον γαρ ην δια τουτο επωνομασθη το ονομα του τοπου εκεινου πικρια

24 και διεγογγυζεν ο λαος επι μωυσην λεγοντες τι πιομεθα

25 εβοησεν δε μωυσης προς κυριον και εδειξεν αυτω κυριος ξυλον και ενεβαλεν αυτο εις το υδωρ και εγλυκανθη το υδωρ εκει εθετο αυτω δικαιωματα και κρισεις και εκει επειρασεν αυτον

26 και ειπεν εαν ακοη ακουσης της φωνης κυριου του θεου σου και τα αρεστα εναντιον αυτου ποιησης και ενωτιση ταις εντολαις αυτου και φυλαξης παντα τα δικαιωματα αυτου πασαν νοσον ην επηγαγον τοις αιγυπτιοις ουκ επαξω επι σε εγω γαρ ειμι κυριος ο ιωμενος σε

27 και ηλθοσαν εις αιλιμ και ησαν εκει δωδεκα πηγαι υδατων και εβδομηκοντα στελεχη φοινικων παρενεβαλον δε εκει παρα τα υδατα

  

Exploring the Meaning of Exodus 15      

Napsal(a) Emanuel Swedenborg

Arcana Coelestia 8258. In the internal sense of this chapter the Lord is celebrated, in that after He had glorified His Human, He cast down into the hells the evil who were infesting the good in the other life; and raised into heaven the good who had been infested. These are the things which are contained in this prophetic song in the internal sense.

Arcana Coelestia 8259. Afterward the second temptation of those who were of the spiritual church is treated of in the internal sense, which is described by the murmuring of the people at Marah, where the waters were bitter; and after this, consolation is treated of, which is signified by the encampment at Elim, where were twelve springs and seventy palm trees.

    Studovat vnitřní smysl

Přeložit: