Exodus 13

Study

           

1 ειπεν δε κυριος προς μωυσην λεγων

2 αγιασον μοι παν πρωτοτοκον πρωτογενες διανοιγον πασαν μητραν εν τοις υιοις ισραηλ απο ανθρωπου εως κτηνους εμοι εστιν

3 ειπεν δε μωυσης προς τον λαον μνημονευετε την ημεραν ταυτην εν η εξηλθατε εκ γης αιγυπτου εξ οικου δουλειας εν γαρ χειρι κραταια εξηγαγεν υμας κυριος εντευθεν και ου βρωθησεται ζυμη

4 εν γαρ τη σημερον υμεις εκπορευεσθε εν μηνι των νεων

5 και εσται ηνικα εαν εισαγαγη σε κυριος ο θεος σου εις την γην των χαναναιων και χετταιων και ευαιων και γεργεσαιων και αμορραιων και φερεζαιων και ιεβουσαιων ην ωμοσεν τοις πατρασιν σου δουναι σοι γην ρεουσαν γαλα και μελι και ποιησεις την λατρειαν ταυτην εν τω μηνι τουτω

6 εξ ημερας εδεσθε αζυμα τη δε ημερα τη εβδομη εορτη κυριου

7 αζυμα εδεσθε τας επτα ημερας ουκ οφθησεται σοι ζυμωτον ουδε εσται σοι ζυμη εν πασιν τοις οριοις σου

8 και αναγγελεις τω υιω σου εν τη ημερα εκεινη λεγων δια τουτο εποιησεν κυριος ο θεος μοι ως εξεπορευομην εξ αιγυπτου

9 και εσται σοι σημειον επι της χειρος σου και μνημοσυνον προ οφθαλμων σου οπως αν γενηται ο νομος κυριου εν τω στοματι σου εν γαρ χειρι κραταια εξηγαγεν σε κυριος ο θεος εξ αιγυπτου

10 και φυλαξεσθε τον νομον τουτον κατα καιρους ωρων αφ' ημερων εις ημερας

11 και εσται ως αν εισαγαγη σε κυριος ο θεος σου εις την γην των χαναναιων ον τροπον ωμοσεν τοις πατρασιν σου και δωσει σοι αυτην

12 και αφελεις παν διανοιγον μητραν τα αρσενικα τω κυριω παν διανοιγον μητραν εκ των βουκολιων η εν τοις κτηνεσιν σου οσα εαν γενηται σοι τα αρσενικα αγιασεις τω κυριω

13 παν διανοιγον μητραν ονου αλλαξεις προβατω εαν δε μη αλλαξης λυτρωση αυτο παν πρωτοτοκον ανθρωπου των υιων σου λυτρωση

14 εαν δε ερωτηση σε ο υιος σου μετα ταυτα λεγων τι τουτο και ερεις αυτω οτι εν χειρι κραταια εξηγαγεν ημας κυριος εκ γης αιγυπτου εξ οικου δουλειας

15 ηνικα δε εσκληρυνεν φαραω εξαποστειλαι ημας απεκτεινεν παν πρωτοτοκον εν γη αιγυπτω απο πρωτοτοκων ανθρωπων εως πρωτοτοκων κτηνων δια τουτο εγω θυω τω κυριω παν διανοιγον μητραν τα αρσενικα και παν πρωτοτοκον των υιων μου λυτρωσομαι

16 και εσται εις σημειον επι της χειρος σου και ασαλευτον προ οφθαλμων σου εν γαρ χειρι κραταια εξηγαγεν σε κυριος εξ αιγυπτου

17 ως δε εξαπεστειλεν φαραω τον λαον ουχ ωδηγησεν αυτους ο θεος οδον γης φυλιστιιμ οτι εγγυς ην ειπεν γαρ ο θεος μηποτε μεταμεληση τω λαω ιδοντι πολεμον και αποστρεψη εις αιγυπτον

18 και εκυκλωσεν ο θεος τον λαον οδον την εις την ερημον εις την ερυθραν θαλασσαν πεμπτη δε γενεα ανεβησαν οι υιοι ισραηλ εκ γης αιγυπτου

19 και ελαβεν μωυσης τα οστα ιωσηφ μεθ' εαυτου ορκω γαρ ωρκισεν ιωσηφ τους υιους ισραηλ λεγων επισκοπη επισκεψεται υμας κυριος και συνανοισετε μου τα οστα εντευθεν μεθ' υμων

20 εξαραντες δε οι υιοι ισραηλ εκ σοκχωθ εστρατοπεδευσαν εν οθομ παρα την ερημον

21 ο δε θεος ηγειτο αυτων ημερας μεν εν στυλω νεφελης δειξαι αυτοις την οδον την δε νυκτα εν στυλω πυρος

22 ουκ εξελιπεν ο στυλος της νεφελης ημερας και ο στυλος του πυρος νυκτος εναντιον παντος του λαου

  

Exploring the Meaning of Exodus 13      

Napsal(a) Emanuel Swedenborg

Arcana Coelestia 8038. In this chapter the subject treated of in the internal sense is faith in the Lord, and the perpetual remembrance of having been liberated by Him from damnation. Faith in the Lord is signified by the sanctification of the firstborn, and the perpetual remembrance of liberation by the Lord is signified by the celebration of the passover.

Arcana Coelestia 8039. In the latter portion of the chapter, and thereafter, the subject treated of is the further preparation of those who were of the spiritual church and who before the coming of the Lord were detained in the lower earth until they could be introduced into heaven, and that for the sake of this end they were first sent through the midst of damnation in safety, and after this underwent temptations, the Lord being continually present. Transmission through the midst of damnation is signified by the passage through the sea Suph; temptations are signified by that life in the wilderness to which they were led; and the presence of the Lord is signified by the pillar of cloud by day, and of fire by night.