Esther, Greek 3

           

1 μετα δε ταυτα εδοξασεν ο βασιλευς αρταξερξης αμαν αμαδαθου βουγαιον και υψωσεν αυτον και επρωτοβαθρει παντων των φιλων αυτου

2 και παντες οι εν τη αυλη προσεκυνουν αυτω ουτως γαρ προσεταξεν ο βασιλευς ποιησαι ο δε μαρδοχαιος ου προσεκυνει αυτω

3 και ελαλησαν οι εν τη αυλη του βασιλεως τω μαρδοχαιω μαρδοχαιε τι παρακουεις τα υπο του βασιλεως λεγομενα

4 καθ' εκαστην ημεραν ελαλουν αυτω και ουχ υπηκουεν αυτων και υπεδειξαν τω αμαν μαρδοχαιον τοις του βασιλεως λογοις αντιτασσομενον και υπεδειξεν αυτοις ο μαρδοχαιος οτι ιουδαιος εστιν

5 και επιγνους αμαν οτι ου προσκυνει αυτω μαρδοχαιος εθυμωθη σφοδρα

6 και εβουλευσατο αφανισαι παντας τους υπο την αρταξερξου βασιλειαν ιουδαιους

7 και εποιησεν ψηφισμα εν ετει δωδεκατω της βασιλειας αρταξερξου και εβαλεν κληρους ημεραν εξ ημερας και μηνα εκ μηνος ωστε απολεσαι εν μια ημερα το γενος μαρδοχαιου και επεσεν ο κληρος εις την τεσσαρεσκαιδεκατην του μηνος ος εστιν αδαρ

8 και ελαλησεν προς τον βασιλεα αρταξερξην λεγων υπαρχει εθνος διεσπαρμενον εν τοις εθνεσιν εν παση τη βασιλεια σου οι δε νομοι αυτων εξαλλοι παρα παντα τα εθνη των δε νομων του βασιλεως παρακουουσιν και ου συμφερει τω βασιλει εασαι αυτους

9 ει δοκει τω βασιλει δογματισατω απολεσαι αυτους καγω διαγραψω εις το γαζοφυλακιον του βασιλεως αργυριου ταλαντα μυρια

10 και περιελομενος ο βασιλευς τον δακτυλιον εδωκεν εις χειρα τω αμαν σφραγισαι κατα των γεγραμμενων κατα των ιουδαιων

11 και ειπεν ο βασιλευς τω αμαν το μεν αργυριον εχε τω δε εθνει χρω ως βουλει

12 και εκληθησαν οι γραμματεις του βασιλεως μηνι πρωτω τη τρισκαιδεκατη και εγραψαν ως επεταξεν αμαν τοις στρατηγοις και τοις αρχουσιν κατα πασαν χωραν απο ινδικης εως της αιθιοπιας ταις εκατον εικοσι επτα χωραις τοις τε αρχουσι των εθνων κατα την αυτων λεξιν δι' αρταξερξου του βασιλεως

13 και απεσταλη δια βιβλιαφορων εις την αρταξερξου βασιλειαν αφανισαι το γενος των ιουδαιων εν ημερα μια μηνος δωδεκατου ος εστιν αδαρ και διαρπασαι τα υπαρχοντα αυτων

13a της δε επιστολης εστιν το αντιγραφον τοδε βασιλευς μεγας αρταξερξης τοις απο της ινδικης εως της αιθιοπιας εκατον εικοσι επτα χωρων αρχουσι και τοπαρχαις υποτεταγμενοις ταδε γραφει

13b πολλων επαρξας εθνων και πασης επικρατησας οικουμενης εβουληθην μη τω θρασει της εξουσιας επαιρομενος επιεικεστερον δε και μετα ηπιοτητος αει διεξαγων τους των υποτεταγμενων ακυματους δια παντος καταστησαι βιους την τε βασιλειαν ημερον και πορευτην μεχρι περατων παρεξομενος ανανεωσασθαι τε την ποθουμενην τοις πασιν ανθρωποις ειρηνην

13c πυθομενου δε μου των συμβουλων πως αν αχθειη τουτο επι περας σωφροσυνη παρ' ημιν διενεγκας και εν τη ευνοια απαραλλακτως και βεβαια πιστει αποδεδειγμενος και δευτερον των βασιλειων γερας απενηνεγμενος αμαν

13d επεδειξεν ημιν εν πασαις ταις κατα την οικουμενην φυλαις αναμεμειχθαι δυσμενη λαον τινα τοις νομοις αντιθετον προς παν εθνος τα τε των βασιλεων παραπεμποντας διηνεκως διαταγματα προς το μη κατατιθεσθαι την υφ' ημων κατευθυνομενην αμεμπτως συναρχιαν

13e διειληφοτες ουν τοδε το εθνος μονωτατον εν αντιπαραγωγη παντι δια παντος ανθρωπω κειμενον διαγωγην νομων ξενιζουσαν παραλλασσον και δυσνοουν τοις ημετεροις πραγμασιν τα χειριστα συντελουν κακα και προς το μη την βασιλειαν ευσταθειας τυγχανειν

13f προστεταχαμεν ουν τους σημαινομενους υμιν εν τοις γεγραμμενοις υπο αμαν του τεταγμενου επι των πραγματων και δευτερου πατρος ημων παντας συν γυναιξι και τεκνοις απολεσαι ολορριζει ταις των εχθρων μαχαιραις ανευ παντος οικτου και φειδους τη τεσσαρεσκαιδεκατη του δωδεκατου μηνος αδαρ του ενεστωτος ετους

13g οπως οι παλαι και νυν δυσμενεις εν ημερα μια βιαιως εις τον αδην κατελθοντες εις τον μετεπειτα χρονον ευσταθη και αταραχα παρεχωσιν ημιν δια τελους τα πραγματα

14 τα δε αντιγραφα των επιστολων εξετιθετο κατα χωραν και προσεταγη πασι τοις εθνεσιν ετοιμους ειναι εις την ημεραν ταυτην

15 εσπευδετο δε το πραγμα και εις σουσαν ο δε βασιλευς και αμαν εκωθωνιζοντο εταρασσετο δε η πολις

  


Přeložit: