Esther, Greek 2

Greek OT: LXX [A] Unaccented

← Esther, Greek 1   Esther, Greek 3 →

1 και μετα τους λογους τουτους εκοπασεν ο βασιλευς του θυμου και ουκετι εμνησθη της αστιν μνημονευων οια ελαλησεν και ως κατεκρινεν αυτην

2 και ειπαν οι διακονοι του βασιλεως ζητηθητω τω βασιλει κορασια αφθορα καλα τω ειδει

3 και καταστησει ο βασιλευς κωμαρχας εν πασαις ταις χωραις της βασιλειας αυτου και επιλεξατωσαν κορασια παρθενικα καλα τω ειδει εις σουσαν την πολιν εις τον γυναικωνα και παραδοθητωσαν τω ευνουχω του βασιλεως τω φυλακι των γυναικων και δοθητω σμηγμα και η λοιπη επιμελεια

4 και η γυνη η αν αρεση τω βασιλει βασιλευσει αντι αστιν και ηρεσεν τω βασιλει το πραγμα και εποιησεν ουτως

5 και ανθρωπος ην ιουδαιος εν σουσοις τη πολει και ονομα αυτω μαρδοχαιος ο του ιαιρου του σεμειου του κισαιου εκ φυλης βενιαμιν

6 ος ην αιχμαλωτος εξ ιερουσαλημ ην ηχμαλωτευσεν ναβουχοδονοσορ βασιλευς βαβυλωνος

7 και ην τουτω παις θρεπτη θυγατηρ αμιναδαβ αδελφου πατρος αυτου και ονομα αυτη εσθηρ εν δε τω μεταλλαξαι αυτης τους γονεις επαιδευσεν αυτην εαυτω εις γυναικα και ην το κορασιον καλον τω ειδει

8 και οτε ηκουσθη το του βασιλεως προσταγμα συνηχθησαν κορασια πολλα εις σουσαν την πολιν υπο χειρα γαι και ηχθη εσθηρ προς γαι τον φυλακα των γυναικων

9 και ηρεσεν αυτω το κορασιον και ευρεν χαριν ενωπιον αυτου και εσπευσεν αυτη δουναι το σμηγμα και την μεριδα και τα επτα κορασια τα αποδεδειγμενα αυτη εκ βασιλικου και εχρησατο αυτη καλως και ταις αβραις αυτης εν τω γυναικωνι

10 και ουχ υπεδειξεν εσθηρ το γενος αυτης ουδε την πατριδα ο γαρ μαρδοχαιος ενετειλατο αυτη μη απαγγειλαι

11 καθ' εκαστην δε ημεραν ο μαρδοχαιος περιεπατει κατα την αυλην την γυναικειαν επισκοπων τι εσθηρ συμβησεται

12 ουτος δε ην καιρος κορασιου εισελθειν προς τον βασιλεα οταν αναπληρωση μηνας δεκα δυο ουτως γαρ αναπληρουνται αι ημεραι της θεραπειας μηνας εξ αλειφομεναι εν σμυρνινω ελαιω και μηνας εξ εν τοις αρωμασιν και εν τοις σμηγμασιν των γυναικων

13 και τοτε εισπορευεται προς τον βασιλεα και ο εαν ειπη παραδωσει αυτη συνεισερχεσθαι αυτη απο του γυναικωνος εως των βασιλειων

14 δειλης εισπορευεται και προς ημεραν αποτρεχει εις τον γυναικωνα τον δευτερον ου γαι ο ευνουχος του βασιλεως ο φυλαξ των γυναικων και ουκετι εισπορευεται προς τον βασιλεα εαν μη κληθη ονοματι

15 εν δε τω αναπληρουσθαι τον χρονον εσθηρ της θυγατρος αμιναδαβ αδελφου πατρος μαρδοχαιου εισελθειν προς τον βασιλεα ουδεν ηθετησεν ων αυτη ενετειλατο ο ευνουχος ο φυλαξ των γυναικων ην γαρ εσθηρ ευρισκουσα χαριν παρα παντων των βλεποντων αυτην

16 και εισηλθεν εσθηρ προς αρταξερξην τον βασιλεα τω δωδεκατω μηνι ος εστιν αδαρ τω εβδομω ετει της βασιλειας αυτου

17 και ηρασθη ο βασιλευς εσθηρ και ευρεν χαριν παρα πασας τας παρθενους και επεθηκεν αυτη το διαδημα το γυναικειον

18 και εποιησεν ο βασιλευς ποτον πασι τοις φιλοις αυτου και ταις δυναμεσιν επι ημερας επτα και υψωσεν τους γαμους εσθηρ και αφεσιν εποιησεν τοις υπο την βασιλειαν αυτου

19 ο δε μαρδοχαιος εθεραπευεν εν τη αυλη

20 η δε εσθηρ ουχ υπεδειξεν την πατριδα αυτης ουτως γαρ ενετειλατο αυτη μαρδοχαιος φοβεισθαι τον θεον και ποιειν τα προσταγματα αυτου καθως ην μετ' αυτου και εσθηρ ου μετηλλαξεν την αγωγην αυτης

21 και ελυπηθησαν οι δυο ευνουχοι του βασιλεως οι αρχισωματοφυλακες οτι προηχθη μαρδοχαιος και εζητουν αποκτειναι αρταξερξην τον βασιλεα

22 και εδηλωθη μαρδοχαιω ο λογος και εσημανεν εσθηρ και αυτη ενεφανισεν τω βασιλει τα της επιβουλης

23 ο δε βασιλευς ητασεν τους δυο ευνουχους και εκρεμασεν αυτους και προσεταξεν ο βασιλευς καταχωρισαι εις μνημοσυνον εν τη βασιλικη βιβλιοθηκη υπερ της ευνοιας μαρδοχαιου εν εγκωμιω

← Esther, Greek 1   Esther, Greek 3 →

Přeložit:
Sdílet: