Esther, Greek 4

Greek OT: LXX [A] Unaccented

← Esther, Greek 3   Esther, Greek 5 →

1 ο δε μαρδοχαιος επιγνους το συντελουμενον διερρηξεν τα ιματια αυτου και ενεδυσατο σακκον και κατεπασατο σποδον και εκπηδησας δια της πλατειας της πολεως εβοα φωνη μεγαλη αιρεται εθνος μηδεν ηδικηκος

2 και ηλθεν εως της πυλης του βασιλεως και εστη ου γαρ ην εξον αυτω εισελθειν εις την αυλην σακκον εχοντι και σποδον

3 και εν παση χωρα ου εξετιθετο τα γραμματα κραυγη και κοπετος και πενθος μεγα τοις ιουδαιοις σακκον και σποδον εστρωσαν εαυτοις

4 και εισηλθον αι αβραι και οι ευνουχοι της βασιλισσης και ανηγγειλαν αυτη και εταραχθη ακουσασα το γεγονος και απεστειλεν στολισαι τον μαρδοχαιον και αφελεσθαι αυτου τον σακκον ο δε ουκ επεισθη

5 η δε εσθηρ προσεκαλεσατο αχραθαιον τον ευνουχον αυτης ος παρειστηκει αυτη και απεστειλεν μαθειν αυτη παρα του μαρδοχαιου το ακριβες

7 ο δε μαρδοχαιος υπεδειξεν αυτω το γεγονος και την επαγγελιαν ην επηγγειλατο αμαν τω βασιλει εις την γαζαν ταλαντων μυριων ινα απολεση τους ιουδαιους

8 και το αντιγραφον το εν σουσοις εκτεθεν υπερ του απολεσθαι αυτους εδωκεν αυτω δειξαι τη εσθηρ και ειπεν αυτω εντειλασθαι αυτη εισελθουση παραιτησασθαι τον βασιλεα και αξιωσαι αυτον περι του λαου μνησθεισα ημερων ταπεινωσεως σου ως ετραφης εν χειρι μου διοτι αμαν ο δευτερευων τω βασιλει ελαλησεν καθ' ημων εις θανατον επικαλεσαι τον κυριον και λαλησον τω βασιλει περι ημων και ρυσαι ημας εκ θανατου

9 εισελθων δε ο αχραθαιος ελαλησεν αυτη παντας τους λογους τουτους

10 ειπεν δε εσθηρ προς αχραθαιον πορευθητι προς μαρδοχαιον και ειπον οτι

11 τα εθνη παντα της βασιλειας γινωσκει οτι πας ανθρωπος η γυνη ος εισελευσεται προς τον βασιλεα εις την αυλην την εσωτεραν ακλητος ουκ εστιν αυτω σωτηρια πλην ω εκτεινει ο βασιλευς την χρυσην ραβδον ουτος σωθησεται καγω ου κεκλημαι εισελθειν προς τον βασιλεα εισιν αυται ημεραι τριακοντα

12 και απηγγειλεν αχραθαιος μαρδοχαιω παντας τους λογους εσθηρ

13 και ειπεν μαρδοχαιος προς αχραθαιον πορευθητι και ειπον αυτη εσθηρ μη ειπης σεαυτη οτι σωθηση μονη εν τη βασιλεια παρα παντας τους ιουδαιους

14 ως οτι εαν παρακουσης εν τουτω τω καιρω αλλοθεν βοηθεια και σκεπη εσται τοις ιουδαιοις συ δε και ο οικος του πατρος σου απολεισθε και τις οιδεν ει εις τον καιρον τουτον εβασιλευσας

15 και εξαπεστειλεν εσθηρ τον ηκοντα προς αυτην προς μαρδοχαιον λεγουσα

16 βαδισας εκκλησιασον τους ιουδαιους τους εν σουσοις και νηστευσατε επ' εμοι και μη φαγητε μηδε πιητε επι ημερας τρεις νυκτα και ημεραν καγω δε και αι αβραι μου ασιτησομεν και τοτε εισελευσομαι προς τον βασιλεα παρα τον νομον εαν και απολεσθαι με η

17 και βαδισας μαρδοχαιος εποιησεν οσα ενετειλατο αυτω εσθηρ

17a και εδεηθη κυριου μνημονευων παντα τα εργα κυριου και ειπεν

17b κυριε κυριε βασιλευ παντων κρατων οτι εν εξουσια σου το παν εστιν και ουκ εστιν ο αντιδοξων σοι εν τω θελειν σε σωσαι τον ισραηλ

17c οτι συ εποιησας τον ουρανον και την γην και παν θαυμαζομενον εν τη υπ' ουρανον και κυριος ει παντων και ουκ εστιν ος αντιταξεται σοι τω κυριω

17d συ παντα γινωσκεις συ οιδας κυριε οτι ουκ εν υβρει ουδε εν υπερηφανια ουδε εν φιλοδοξια εποιησα τουτο το μη προσκυνειν τον υπερηφανον αμαν οτι ηυδοκουν φιλειν πελματα ποδων αυτου προς σωτηριαν ισραηλ

17e αλλα εποιησα τουτο ινα μη θω δοξαν ανθρωπου υπερανω δοξης θεου και ου προσκυνησω ουδενα πλην σου του κυριου μου και ου ποιησω αυτα εν υπερηφανια

17f και νυν κυριε ο θεος ο βασιλευς ο θεος αβρααμ φεισαι του λαου σου οτι επιβλεπουσιν ημιν εις καταφθοραν και επεθυμησαν απολεσαι την εξ αρχης κληρονομιαν σου

17g μη υπεριδης την μεριδα σου ην σεαυτω ελυτρωσω εκ γης αιγυπτου

17h επακουσον της δεησεως μου και ιλασθητι τω κληρω σου και στρεψον το πενθος ημων εις ευωχιαν ινα ζωντες υμνωμεν σου το ονομα κυριε και μη αφανισης στομα αινουντων σοι

17i και πας ισραηλ εκεκραξαν εξ ισχυος αυτων οτι θανατος αυτων εν οφθαλμοις αυτων

17k και εσθηρ η βασιλισσα κατεφυγεν επι τον κυριον εν αγωνι θανατου κατειλημμενη και αφελομενη τα ιματια της δοξης αυτης ενεδυσατο ιματια στενοχωριας και πενθους και αντι των υπερηφανων ηδυσματων σποδου και κοπριων επλησεν την κεφαλην αυτης και το σωμα αυτης εταπεινωσεν σφοδρα και παντα τοπον κοσμου αγαλλιαματος αυτης επλησε στρεπτων τριχων αυτης και εδειτο κυριου θεου ισραηλ και ειπεν

17l κυριε μου ο βασιλευς ημων συ ει μονος βοηθησον μοι τη μονη και μη εχουση βοηθον ει μη σε οτι κινδυνος μου εν χειρι μου

17m εγω ηκουον εκ γενετης μου εν φυλη πατριας μου οτι συ κυριε ελαβες τον ισραηλ εκ παντων των εθνων και τους πατερας ημων εκ παντων των προγονων αυτων εις κληρονομιαν αιωνιον και εποιησας αυτοις οσα ελαλησας

17n και νυν ημαρτομεν ενωπιον σου και παρεδωκας ημας εις χειρας των εχθρων ημων ανθ' ων εδοξασαμεν τους θεους αυτων δικαιος ει κυριε

17o και νυν ουχ ικανωθησαν εν πικρασμω δουλειας ημων αλλα εθηκαν τας χειρας αυτων επι τας χειρας των ειδωλων αυτων εξαραι ορισμον στοματος σου και αφανισαι κληρονομιαν σου και εμφραξαι στομα αινουντων σοι και σβεσαι δοξαν οικου σου και θυσιαστηριον σου

17p και ανοιξαι στομα εθνων εις αρετας ματαιων και θαυμασθηναι βασιλεα σαρκινον εις αιωνα

17q μη παραδως κυριε το σκηπτρον σου τοις μη ουσιν και μη καταγελασατωσαν εν τη πτωσει ημων αλλα στρεψον την βουλην αυτων επ' αυτους τον δε αρξαμενον εφ' ημας παραδειγματισον

17r μνησθητι κυριε γνωσθητι εν καιρω θλιψεως ημων και εμε θαρσυνον βασιλευ των θεων και πασης αρχης επικρατων

17s δος λογον ευρυθμον εις το στομα μου ενωπιον του λεοντος και μεταθες την καρδιαν αυτου εις μισος του πολεμουντος ημας εις συντελειαν αυτου και των ομονοουντων αυτω

17t ημας δε ρυσαι εν χειρι σου και βοηθησον μοι τη μονη και μη εχουση ει μη σε κυριε

17u παντων γνωσιν εχεις και οιδας οτι εμισησα δοξαν ανομων και βδελυσσομαι κοιτην απεριτμητων και παντος αλλοτριου

17w συ οιδας την αναγκην μου οτι βδελυσσομαι το σημειον της υπερηφανιας μου ο εστιν επι της κεφαλης μου εν ημεραις οπτασιας μου βδελυσσομαι αυτο ως ρακος καταμηνιων και ου φορω αυτο εν ημεραις ησυχιας μου

17x και ουκ εφαγεν η δουλη σου τραπεζαν αμαν και ουκ εδοξασα συμποσιον βασιλεως ουδε επιον οινον σπονδων

17y και ουκ ηυφρανθη η δουλη σου αφ' ημερας μεταβολης μου μεχρι νυν πλην επι σοι κυριε ο θεος αβρααμ

17z ο θεος ο ισχυων επι παντας εισακουσον φωνην απηλπισμενων και ρυσαι ημας εκ χειρος των πονηρευομενων και ρυσαι με εκ του φοβου μου

← Esther, Greek 3   Esther, Greek 5 →

Přeložit:
Sdílet: