4 Maccabees 7

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 6   4 Maccabees 8 →

1 ωσπερ γαρ αριστος κυβερνητης ο του πατρος ημων ελεαζαρου λογισμος πηδαλιουχων την της ευσεβειας ναυν εν τω των παθων πελαγει

2 και καταικιζομενος ταις του τυραννου απειλαις και καταντλουμενος ταις των βασανων τρικυμιαις

3 κατ' ουδενα τροπον ετρεψε τους της ευσεβειας οιακας εως ου επλευσεν επι τον της αθανατου νικης λιμενα

4 ουχ ουτως πολις πολλοις και ποικιλοις μηχανημασιν αντεσχε ποτε πολιορκουμενη ως ο παναγιος εκεινος την ιεραν ψυχην αικισμοις τε και στρεβλαις πυρπολουμενος ενικησεν τους πολιορκουντας δια τον υπερασπιζοντα της ευσεβειας λογισμον

5 ωσπερ γαρ προκρημνον ακραν την εαυτου διανοιαν ο πατηρ ελεαζαρ εκτεινας περιεκλασεν τους επιμαινομενους των παθων κλυδωνας

6 ω αξιε της ιερωσυνης ιερευ ουκ εμιανας τους ιερους οδοντας ουδε την θεοσεβειαν και καθαρισμον χωρησασαν γαστερα εκοινωσας μιαροφαγια

7 ω συμφωνε νομου και φιλοσοφε θειου βιου

8 τοιουτους δει ειναι τους δημιουργουντας τον νομον ιδιω αιματι και γενναιω ιδρωτι τοις μεχρι θανατου παθεσιν υπερασπιζοντας

9 συ πατερ την ευνομιαν ημων δια των υπομονων εις δοξαν εκυρωσας και την αγιαστιαν σεμνολογησας ου κατελυσας και δια των εργων επιστοποιησας τους της θειας φιλοσοφιας σου λογους

10 ω βασανων βιαιοτερε γερων και πυρος ευτονωτερε πρεσβυτα και παθων μεγιστε βασιλευ ελεαζαρ

11 ωσπερ γαρ ο πατηρ ααρων τω θυμιατηριω καθωπλισμενος δια του εθνοπληθους επιτρεχων τον εμπυριστην ενικησεν αγγελον

12 ουτως ο ααρωνιδης ελεαζαρ δια του πυρος υπερτηκομενος ου μετετραπη τον λογισμον

13 καιτοι το θαυμασιωτατον γερων ων λελυμενων μεν ηδη των του σωματος τονων περικεχαλασμενων δε των σαρκων κεκμηκοτων δε και των νευρων ανενεασεν

14 τω πνευματι δια του λογισμου και τω ισακιω λογισμω την πολυκεφαλον στρεβλαν ηκυρωσεν

15 ω μακαριου γηρως και σεμνης πολιας και βιου νομιμου ον πιστη θανατου σφραγις ετελειωσεν

16 ει δη τοινυν γερων ανηρ των μεχρι θανατου βασανων περιεφρονει δι' ευσεβειαν ομολογουμενως ηγεμων εστιν των παθων ο ευσεβης λογισμος

17 ισως δ' αν ειποιεν τινες των παθων ου παντες περικρατουσιν οτι ουδε παντες φρονιμον εχουσιν τον λογισμον

18 αλλ' οσοι της ευσεβειας προνοουσιν εξ ολης καρδιας ουτοι μονοι δυνανται κρατειν των της σαρκος παθων

19 πιστευοντες οτι θεω ουκ αποθνησκουσιν ωσπερ ουδε οι πατριαρχαι ημων αβρααμ και ισαακ και ιακωβ αλλα ζωσιν τω θεω

20 ουδεν ουν εναντιουται το φαινεσθαι τινας παθοκρατεισθαι δια τον ασθενη λογισμον

21 επει τις προς ολον τον της φιλοσοφιας κανονα φιλοσοφων και πεπιστευκως θεω

22 και ειδως οτι δια την αρετην παντα πονον υπομενειν μακαριον εστιν ουκ αν περικρατησειεν των παθων δια την θεοσεβειαν

23 μονος γαρ ο σοφος και ανδρειος εστιν των παθων κυριος

← 4 Maccabees 6   4 Maccabees 8 →

Přeložit:
Sdílet: