4 Maccabees 8

Greek OT: LXX [A] Unaccented

← 4 Maccabees 7   4 Maccabees 9 →

1 δια τουτο γε τοι και μειρακισκοι τω της ευσεβειας λογισμω φιλοσοφουντες χαλεπωτερων βασανιστηριων επεκρατησαν

2 επειδη γαρ κατα την πρωτην πειραν ενικηθη περιφανως ο τυραννος μη δυνηθεις αναγκασαι γεροντα μιαροφαγησαι τοτε δη σφοδρα περιπαθως εκελευσεν αλλους εκ της λειας των εβραιων αγαγειν και ει μεν μιαροφαγησαιεν απολυειν φαγοντας ει δ' αντιλεγοιεν πικροτερον βασανιζειν

3 ταυτα διαταξαμενου του τυραννου παρησαν αγομενοι μετα γεραιας μητρος επτα αδελφοι καλοι τε και αιδημονες και γενναιοι και εν παντι χαριεντες

4 ους ιδων ο τυραννος καθαπερ εν χορω μεσην την μητερα περιεχοντας ησθετο επ' αυτοις και της ευπρεπειας εκπλαγεις και της ευγενειας προσεμειδιασεν αυτοις και πλησιον καλεσας εφη

5 ω νεανιαι φιλοφρονως εγω καθ' ενος εκαστου υμων θαυμαζω το καλλος και το πληθος τοσουτων αδελφων υπερτιμων ου μονον συμβουλευω μη μανηναι την αυτην τω προβασανισθεντι γεροντι μανιαν αλλα και παρακαλω συνειξαντας μοι της εμης απολαυειν φιλιας

6 δυναιμην δ' αν ωσπερ κολαζειν τους απειθουντας μου τοις επιταγμασιν ουτω και ευεργετειν τους ευπειθουντας μοι

7 πιστευσατε ουν και αρχας επι των εμων πραγματων ηγεμονικας λημψεσθε αρνησαμενοι τον πατριον υμων της πολιτειας θεσμον

8 και μεταλαβοντες ελληνικου βιου και μεταδιαιτηθεντες εντρυφησατε ταις νεοτησιν υμων

9 επει εαν οργιλως με διαθησθε δια της απειθειας αναγκασετε με επι δειναις κολασεσιν ενα εκαστον υμων δια των βασανων απολεσαι

10 κατελεησατε ουν εαυτους ους και ο πολεμιος εγωγε και της ηλικιας και της ευμορφιας οικτιρομαι

11 ου διαλογιεισθε τουτο οτι ουδεν υμιν απειθησασιν πλην του μετα στρεβλων αποθανειν αποκειται

12 ταυτα δε λεγων εκελευσεν εις το εμπροσθεν τιθεναι τα βασανιστηρια οπως και δια του φοβου πεισειεν αυτους μιαροφαγησαι

13 ως δε τροχους τε και αρθρεμβολα στρεβλωτηρια τε και τροχαντηρας και καταπελτας και λεβητας τηγανα τε και δακτυληθρας και χειρας σιδηρας και σφηνας και τα ζωπυρα του πυρος οι δορυφοροι προεθεσαν υπολαβων ο τυραννος εφη

14 μειρακια φοβηθητε και ην σεβεσθε δικην ιλεως υμιν εσται δι' αναγκην παρανομησασιν

15 οι δε ακουσαντες επαγωγα και ορωντες δεινα ου μονον ουκ εφοβηθησαν αλλα και αντεφιλοσοφησαν τω τυραννω και δια της ευλογιστιας την τυραννιδα αυτου κατελυσαν

16 καιτοι λογισωμεθα ει δειλοψυχοι τινες ησαν εν αυτοις και ανανδροι ποιοις αν εχρησαντο λογοις ουχι τουτοις

17 ω ταλανες ημεις και λιαν ανοητοι βασιλεως ημας καλουντος και επι ευεργεσια παρακαλουντος ει πεισθειημεν αυτω

18 τι βουλημασιν κενοις εαυτους ευφραινομεν και θανατηφορον απειθειαν τολμωμεν

19 ου φοβηθησομεθα ανδρες αδελφοι τα βασανιστηρια και λογιουμεθα τας των βασανων απειλας και φευξομεθα την κενοδοξιαν ταυτην και ολεθροφορον αλαζονειαν

20 ελεησωμεν τας εαυτων ηλικιας και κατοικτιρωμεν το της μητρος γηρας

21 και ενθυμηθωμεν οτι απειθουντες τεθνηξομεθα

22 συγγνωσεται δε ημιν και η θεια δικη δι' αναγκην τον βασιλεα φοβηθεισιν

23 τι εξαγομεν εαυτους του ηδιστου βιου και αποστερουμεν εαυτους του γλυκεος κοσμου

24 μη βιαζωμεθα την αναγκην μηδε κενοδοξησωμεν επι τη εαυτων στρεβλη

25 ουδ' αυτος ο νομος εκουσιως ημας θανατοι φοβηθεντας τα βασανιστηρια

26 ποθεν ημιν η τοσαυτη εντετηκε φιλονεικια και η θανατηφορος αρεσκει καρτερια παρον μετα αταραξιας ζην τω βασιλει πεισθεντας

27 αλλα τουτων ουδεν ειπον οι νεανιαι βασανιζεσθαι μελλοντες ουδε ενεθυμηθησαν

28 ησαν γαρ περιφρονες των παθων και αυτοκρατορες των αλγηδονων

29 ωστε αμα τω παυσασθαι τον τυραννον συμβουλευοντα αυτοις μιαροφαγησαι παντες δια μιας φωνης ομου ωσπερ απο της αυτης ψυχης ειπον

← 4 Maccabees 7   4 Maccabees 9 →

Přeložit:
Sdílet: