4 Maccabees 6

           

1 τουτον τον τροπον αντιρρητορευσαντα ταις του τυραννου παρηγοριαις παρασταντες οι δορυφοροι πικρως εσυραν επι τα βασανιστηρια τον ελεαζαρον

2 και πρωτον μεν περιεδυσαν τον γεραιον εγκοσμουμενον τη περι την ευσεβειαν ευσχημοσυνη

3 επειτα περιαγκωνισαντες εκατερωθεν μαστιξιν κατηκιζον

4 πεισθητι ταις του βασιλεως εντολαις ετερωθεν κηρυκος επιβοωντος

5 ο δε μεγαλοφρων και ευγενης ως αληθως ελεαζαρος ωσπερ εν ονειρω βασανιζομενος κατ' ουδενα τροπον μετετρεπετο

6 αλλα υψηλους ανατεινας εις ουρανον τους οφθαλμους απεξαινετο ταις μαστιξιν τας σαρκας ο γερων και κατερρειτο τω αιματι και τα πλευρα κατετιτρωσκετο

7 και πιπτων εις το εδαφος απο του μη φερειν το σωμα τας αλγηδονας ορθον ειχεν και ακλινη τον λογισμον

8 λαξ γε τοι των πικρων τις δορυφορων εις τους κενεωνας εναλλομενος ετυπτεν οπως εξανισταιτο πιπτων

9 ο δε υπεμενε τους πονους και περιεφρονει της αναγκης και διεκαρτερει τους αικισμους

10 και καθαπερ γενναιος αθλητης τυπτομενος ενικα τους βασανιζοντας ο γερων

11 ιδρων γε τοι το προσωπον και επασθμαινων σφοδρως και υπ' αυτων των βασανιζοντων εθαυμαζετο επι τη ευψυχια

12 οθεν τα μεν ελεωντες τα του γηρως αυτου

13 τα δε εν συμπαθεια της συνηθειας οντες τα δε εν θαυμασμω της καρτεριας προσιοντες αυτω τινες του βασιλεως ελεγον

14 τι τοις κακοις τουτοις σεαυτον αλογιστως απολλεις ελεαζαρ

15 ημεις μεν τοι των ηψημενων βρωματων παραθησομεν συ δε υποκρινομενος των υειων απογευεσθαι σωθητι

16 και ο ελεαζαρος ωσπερ πικροτερον δια της συμβουλιας αικισθεις ανεβοησεν

17 μη ουτως κακως φρονησαιμεν οι αβρααμ παιδες ωστε μαλακοψυχησαντας απρεπες ημιν δραμα υποκρινασθαι

18 και γαρ αλογιστον ει προς αληθειαν ζησαντες τον μεχρι γηρως βιον και την επ' αυτω δοξαν νομιμως φυλασσοντες νυν μεταβαλοιμεθα

19 και αυτοι μεν ημεις γενοιμεθα τοις νεοις ασεβειας τυπος ινα παραδειγμα γενωμεθα της μιαροφαγιας

20 αισχρον δε ει επιβιωσομεν ολιγον χρονον και τουτον καταγελωμενοι προς απαντων επι δειλια

21 και υπο μεν του τυραννου καταφρονηθωμεν ως ανανδροι τον δε θειον ημων νομον μεχρι θανατου μη προασπισαιμεν

22 προς ταυτα υμεις μεν ω αβρααμ παιδες ευγενως υπερ της ευσεβειας τελευτατε

23 οι δε του τυραννου δορυφοροι τι μελλετε

24 προς τας αναγκας ουτως μεγαλοφρονουντα αυτον ιδοντες και μηδε προς τον οικτιρμον αυτων μεταβαλλομενον επι το πυρ αυτον ανηγον

25 ενθα δια κακοτεχνων οργανων καταφλεγοντες αυτον υπερριπτοσαν και δυσωδεις χυλους εις τους μυκτηρας αυτου κατεχεον

26 ο δε μεχρι των οστεων ηδη κατακεκαυμενος και μελλων λιποθυμειν ανετεινε τα ομματα προς τον θεον και ειπεν

27 συ οισθα θεε παρον μοι σωζεσθαι βασανοις καυστικαις αποθνησκω δια τον νομον

28 ιλεως γενου τω εθνει σου αρκεσθεις τη ημετερα υπερ αυτων δικη

29 καθαρσιον αυτων ποιησον το εμον αιμα και αντιψυχον αυτων λαβε την εμην ψυχην

30 και ταυτα ειπων ο ιερος ανηρ ευγενως ταις βασανοις εναπεθανεν και μεχρι των του θανατου βασανων αντεστη τω λογισμω δια τον νομον

31 ομολογουμενως ουν δεσποτης των παθων εστιν ο ευσεβης λογισμος

32 ει γαρ τα παθη του λογισμου κεκρατηκει τουτοις αν απεδομεν την της επικρατειας μαρτυριαν

33 νυνι δε του λογισμου τα παθη νικησαντος αυτω προσηκοντως την της ηγεμονιας προσνεμομεν εξουσιαν

34 και δικαιον εστιν ομολογειν ημας το κρατος ειναι του λογισμου οπου γε και των εξωθεν αλγηδονων επικρατει επει και γελοιον

35 και ου μονον των αλγηδονων επιδεικνυμι κεκρατηκεναι τον λογισμον αλλα και των ηδονων κρατειν και μηδεν αυταις υπεικειν

  


Přeložit: