2 Maccabees 8

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 7   2 Maccabees 9 →

1 ιουδας δε ο και μακκαβαιος και οι συν αυτω παρεισπορευομενοι λεληθοτως εις τας κωμας προσεκαλουντο τους συγγενεις και τους μεμενηκοτας εν τω ιουδαισμω προσλαμβανομενοι συνηγαγον εις εξακισχιλιους

2 και επεκαλουντο τον κυριον επιδειν τον υπο παντων καταπατουμενον λαον οικτιραι δε και τον ναον τον υπο των ασεβων ανθρωπων βεβηλωθεντα

3 ελεησαι δε και την καταφθειρομενην πολιν και μελλουσαν ισοπεδον γινεσθαι και των καταβοωντων προς αυτον αιματων εισακουσαι

4 μνησθηναι δε και της των αναμαρτητων νηπιων παρανομου απωλειας και περι των γενομενων εις το ονομα αυτου βλασφημιων και μισοπονηρησαι

5 γενομενος δε ο μακκαβαιος εν συστεματι ανυποστατος ηδη τοις εθνεσιν εγινετο της οργης του κυριου εις ελεον τραπεισης

6 πολεις δε και κωμας απροσδοκητως ερχομενος ενεπιμπρα και τους επικαιρους τοπους απολαμβανων ουκ ολιγους των πολεμιων τροπουμενος

7 μαλιστα τας νυκτας προς τας τοιαυτας επιβολας συνεργους ελαμβανεν και λαλια της ευανδριας αυτου διηχειτο πανταχη

8 συνορων δε ο φιλιππος κατα μικρον εις προκοπην ερχομενον τον ανδρα πυκνοτερον δε εν ταις ευημεριαις προβαινοντα προς πτολεμαιον τον κοιλης συριας και φοινικης στρατηγον εγραψεν επιβοηθειν τοις του βασιλεως πραγμασιν

9 ο δε ταχεως προχειρισαμενος νικανορα τον του πατροκλου των πρωτων φιλων απεστειλεν υποταξας παμφυλων εθνη ουκ ελαττους των δισμυριων το συμπαν της ιουδαιας εξαραι γενος συνεστησεν δε αυτω και γοργιαν ανδρα στρατηγον και εν πολεμικαις χρειαις πειραν εχοντα

10 διεστησατο δε ο νικανωρ τον φορον τω βασιλει τοις ρωμαιοις οντα ταλαντων δισχιλιων εκ της των ιουδαιων αιχμαλωσιας εκπληρωσειν

11 ευθεως δε εις τας παραθαλασσιους πολεις απεστειλεν προκαλουμενος επ' αγορασμον ιουδαιων σωματων υπισχνουμενος ενενηκοντα σωματα ταλαντου παραχωρησειν ου προσδεχομενος την παρα του παντοκρατορος μελλουσαν παρακολουθησειν επ' αυτω δικην

12 τω δε ιουδα προσεπεσεν περι της του νικανορος εφοδου και μεταδοντος τοις συν αυτω την παρουσιαν του στρατοπεδου

13 οι δειλανδρουντες και απιστουντες την του θεου δικην διεδιδρασκον εαυτους και εξετοπιζον

14 οι δε τα περιλελειμμενα παντα επωλουν ομου δε τον κυριον ηξιουν ρυσασθαι τους υπο του δυσσεβους νικανορος πριν συντυχειν πεπραμενους

15 και ει μη δι' αυτους αλλα δια τας προς τους πατερας αυτων διαθηκας και ενεκα της επ' αυτους επικλησεως του σεμνου και μεγαλοπρεπους ονοματος αυτου

16 συναγαγων δε ο μακκαβαιος τους περι αυτον οντας αριθμον εξακισχιλιους παρεκαλει μη καταπλαγηναι τοις πολεμιοις μηδε ευλαβεισθαι την των αδικως παραγινομενων επ' αυτους εθνων πολυπληθειαν αγωνισασθαι δε γενναιως

17 προ οφθαλμων λαβοντας την ανομως εις τον αγιον τοπον συντετελεσμενην υπ' αυτων υβριν και τον της εμπεπαιγμενης πολεως αικισμον ετι δε την της προγονικης πολιτειας καταλυσιν

18 οι μεν γαρ οπλοις πεποιθασιν αμα και τολμαις εφησεν ημεις δε επι τω παντοκρατορι θεω δυναμενω και τους ερχομενους εφ' ημας και τον ολον κοσμον ενι νευματι καταβαλειν πεποιθαμεν

19 προσαναλεξαμενος δε αυτοις και τας επι των προγονων γενομενας αντιλημψεις και την επι σενναχηριμ εκατον ογδοηκοντα πεντε χιλιαδες ως απωλοντο

20 και την εν τη βαβυλωνια την προς τους γαλατας παραταξιν γενομενην ως οι παντες επι την χρειαν ηλθον οκτακισχιλιοι συν μακεδοσιν τετρακισχιλιοις των μακεδονων απορουμενων οι οκτακισχιλιοι τας δωδεκα μυριαδας απωλεσαν δια την γινομενην αυτοις απ' ουρανου βοηθειαν και ωφελειαν πολλην ελαβον

21 εφ' οις ευθαρσεις αυτους παραστησας και ετοιμους υπερ των νομων και της πατριδος αποθνησκειν τετραμερες τι το στρατευμα εποιησεν

22 ταξας και τους αδελφους αυτου προηγουμενους εκατερας ταξεως σιμωνα και ιωσηπον και ιωναθην υποταξας εκαστω χιλιους προς τοις πεντακοσιοις

23 ετι δε και ελεαζαρον παραναγνους την ιεραν βιβλον και δους συνθημα θεου βοηθειας της πρωτης σπειρας αυτος προηγουμενος συνεβαλε τω νικανορι

24 γενομενου δε αυτοις του παντοκρατορος συμμαχου κατεσφαξαν των πολεμιων υπερ τους ενακισχιλιους τραυματιας δε και τοις μελεσιν αναπειρους το πλειον μερος της του νικανορος στρατιας εποιησαν παντας δε φυγειν ηναγκασαν

25 τα δε χρηματα των παραγεγονοτων επι τον αγορασμον αυτων ελαβον συνδιωξαντες δε αυτους εφ' ικανον ανελυσαν υπο της ωρας συγκλειομενοι

26 ην γαρ η προ του σαββατου δι' ην αιτιαν ουκ εμακροτονησαν κατατρεχοντες αυτους

27 οπλολογησαντες δε αυτους και τα σκυλα εκδυσαντες των πολεμιων περι το σαββατον εγινοντο περισσως ευλογουντες και εξομολογουμενοι τω κυριω τω διασωσαντι εις την ημεραν ταυτην αρχην ελεους ταξαντος αυτοις

28 μετα δε το σαββατον τοις ηκισμενοις και ταις χηραις και ορφανοις μερισαντες απο των σκυλων τα λοιπα αυτοι και τα παιδια διεμερισαντο

29 ταυτα δε διαπραξαμενοι και κοινην ικετειαν ποιησαμενοι τον ελεημονα κυριον ηξιουν εις τελος καταλλαγηναι τοις αυτου δουλοις

30 και τοις περι τιμοθεον και βακχιδην συνερισαντες υπερ τους δισμυριους αυτων ανειλον και οχυρωματων υψηλων ευ μαλα εγκρατεις εγενοντο και λαφυρα πλειονα εμερισαντο ισομοιρους αυτοις και τοις ηκισμενοις και ορφανοις και χηραις ετι δε και πρεσβυτεροις ποιησαντες

31 οπλολογησαντες δε αυτους επιμελως παντα συνεθηκαν εις τους επικαιρους τοπους τα δε λοιπα των σκυλων ηνεγκαν εις ιεροσολυμα

32 τον δε φυλαρχην των περι τιμοθεον ανειλον ανοσιωτατον ανδρα και πολλα τους ιουδαιους επιλελυπηκοτα

33 επινικια δε αγοντες εν τη πατριδι τους εμπρησαντας τους ιερους πυλωνας και καλλισθενην υφηψαν εις εν οικιδιον πεφευγοτα και τον αξιον της δυσσεβειας εκομισατο μισθον

34 ο δε τρισαλιτηριος νικανωρ ο τους χιλιους εμπορους επι την πρασιν των ιουδαιων αγαγων

35 ταπεινωθεις υπο των κατ' αυτον νομιζομενων ελαχιστων ειναι τη του κυριου βοηθεια την δοξικην αποθεμενος εσθητα δια της μεσογειου δραπετου τροπον ερημον εαυτον ποιησας ηκεν εις αντιοχειαν υπερ απαν ευημερηκως επι τη του στρατου διαφθορα

36 και ο τοις ρωμαιοις αναδεξαμενος φορον απο της των εν ιεροσολυμοις αιχμαλωσιας κατορθωσασθαι κατηγγελλεν υπερμαχον εχειν τους ιουδαιους και δια τον τροπον τουτον ατρωτους ειναι τους ιουδαιους δια το ακολουθειν τοις υπ' αυτου προτεταγμενοις νομοις

← 2 Maccabees 7   2 Maccabees 9 →

Přeložit:
Sdílet: