2 Maccabees 9

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 8   2 Maccabees 10 →

1 περι δε τον καιρον εκεινον ετυγχανεν αντιοχος αναλελυκως ακοσμως εκ των περι την περσιδα τοπων

2 εισεληλυθει γαρ εις την λεγομενην περσεπολιν και επεχειρησεν ιεροσυλειν και την πολιν συνεχειν διο δη των πληθων ορμησαντων επι την των οπλων βοηθειαν ετραπησαν και συνεβη τροπωθεντα τον αντιοχον υπο των εγχωριων ασχημονα την αναζυγην ποιησασθαι

3 οντι δε αυτω κατ' εκβατανα προσεπεσεν τα κατα νικανορα και τους περι τιμοθεον γεγονοτα

4 επαρθεις δε τω θυμω ωετο και την των πεφυγαδευκοτων αυτον κακιαν εις τους ιουδαιους εναπερεισασθαι διο συνεταξεν τον αρματηλατην αδιαλειπτως ελαυνοντα κατανυειν την πορειαν της εξ ουρανου δη κρισεως συνουσης αυτω ουτως γαρ υπερηφανως ειπεν πολυανδριον ιουδαιων ιεροσολυμα ποιησω παραγενομενος εκει

5 ο δε παντεποπτης κυριος ο θεος του ισραηλ επαταξεν αυτον ανιατω και αορατω πληγη αρτι δε αυτου καταληξαντος τον λογον ελαβεν αυτον ανηκεστος των σπλαγχνων αλγηδων και πικραι των ενδον βασανοι

6 πανυ δικαιως τον πολλαις και ξενιζουσαις συμφοραις ετερων σπλαγχνα βασανισαντα

7 ο δ' ουδαμως της αγερωχιας εληγεν ετι δε και της υπερηφανιας επεπληρωτο πυρ πνεων τοις θυμοις επι τους ιουδαιους και κελευων εποξυνειν την πορειαν συνεβη δε και πεσειν αυτον απο του αρματος φερομενου ροιζω και δυσχερει πτωματι περιπεσοντα παντα τα μελη του σωματος αποστρεβλουσθαι

8 ο δ' αρτι δοκων τοις της θαλασσης κυμασιν επιτασσειν δια την υπερ ανθρωπον αλαζονειαν και πλαστιγγι τα των ορεων οιομενος υψη στησειν κατα γην γενομενος εν φορειω παρεκομιζετο φανεραν του θεου πασιν την δυναμιν ενδεικνυμενος

9 ωστε και εκ του σωματος του δυσσεβους σκωληκας αναζειν και ζωντος εν οδυναις και αλγηδοσιν τας σαρκας αυτου διαπιπτειν υπο δε της οσμης αυτου παν το στρατοπεδον βαρυνεσθαι την σαπριαν

10 και τον μικρω προτερον των ουρανιων αστρων απτεσθαι δοκουντα παρακομιζειν ουδεις εδυνατο δια το της οσμης αφορητον βαρος

11 ενταυθα ουν ηρξατο το πολυ της υπερηφανιας ληγειν τεθραυσμενος και εις επιγνωσιν ερχεσθαι θεια μαστιγι κατα στιγμην επιτεινομενος ταις αλγηδοσιν

12 και μηδε της οσμης αυτου δυναμενος ανεχεσθαι ταυτ' εφη δικαιον υποτασσεσθαι τω θεω και μη θνητον οντα ισοθεα φρονειν

13 ηυχετο δε ο μιαρος προς τον ουκετι αυτον ελεησοντα δεσποτην ουτως λεγων

14 την μεν αγιαν πολιν ην σπευδων παρεγινετο ισοπεδον ποιησαι και πολυανδριον οικοδομησαι ελευθεραν αναδειξαι

15 τους δε ιουδαιους ους διεγνωκει μηδε ταφης αξιωσαι οιωνοβρωτους δε συν τοις νηπιοις εκριψειν θηριοις παντας αυτους ισους αθηναιοις ποιησειν

16 ον δε προτερον εσκυλευσεν αγιον νεω καλλιστοις αναθημασιν κοσμησειν και τα ιερα σκευη πολυπλασια παντα αποδωσειν τας δε επιβαλλουσας προς τας θυσιας συνταξεις εκ των ιδιων προσοδων χορηγησειν

17 προς δε τουτοις και ιουδαιον εσεσθαι και παντα τοπον οικητον επελευσεσθαι καταγγελλοντα το του θεου κρατος

18 ουδαμως δε ληγοντων των πονων επεληλυθει γαρ επ' αυτον δικαια η του θεου κρισις τα κατ' αυτον απελπισας εγραψεν προς τους ιουδαιους την υπογεγραμμενην επιστολην ικετηριας ταξιν εχουσαν περιεχουσαν δε ουτως

19 τοις χρηστοις ιουδαιοις τοις πολιταις πολλα χαιρειν και υγιαινειν και ευ πραττειν βασιλευς και στρατηγος αντιοχος

20 ει ερρωσθε και τα τεκνα και τα ιδια κατα γνωμην εστιν υμιν εις ουρανον την ελπιδα εχων

21 υμων την τιμην και την ευνοιαν εμνημονευον φιλοστοργως επαναγων εκ των κατα την περσιδα τοπων και περιπεσων ασθενεια δυσχερειαν εχουση αναγκαιον ηγησαμην φροντισαι της κοινης παντων ασφαλειας

22 ουκ απογινωσκων τα κατ' εμαυτον αλλα εχων πολλην ελπιδα εκφευξεσθαι την ασθενειαν

23 θεωρων δε οτι και ο πατηρ καθ' ους καιρους εις τους ανω τοπους εστρατοπεδευσεν ανεδειξεν τον διαδεξαμενον

24 οπως εαν τι παραδοξον αποβαινη η και προσαγγελθη τι δυσχερες ειδοτες οι κατα την χωραν ω καταλελειπται τα πραγματα μη επιταρασσωνται

25 προς δε τουτοις κατανοων τους παρακειμενους δυναστας και γειτνιωντας τη βασιλεια τοις καιροις επεχοντας και προσδοκωντας το αποβησομενον αναδεδειχα τον υιον αντιοχον βασιλεα ον πολλακις ανατρεχων εις τας επανω σατραπειας τοις πλειστοις υμων παρεκατετιθεμην και συνιστων γεγραφα δε προς αυτον τα υπογεγραμμενα

26 παρακαλω ουν υμας και αξιω μεμνημενους των ευεργεσιων κοινη και κατ' ιδιαν εκαστον συντηρειν την ουσαν ευνοιαν εις εμε και τον υιον

27 πεπεισμαι γαρ αυτον επιεικως και φιλανθρωπως παρακολουθουντα τη εμη προαιρεσει συμπεριενεχθησεσθαι υμιν

28 ο μεν ουν ανδροφονος και βλασφημος τα χειριστα παθων ως ετερους διεθηκεν επι ξενης εν τοις ορεσιν οικτιστω μορω κατεστρεψεν τον βιον

29 παρεκομιζετο δε το σωμα φιλιππος ο συντροφος αυτου ος και διευλαβηθεις τον υιον αντιοχου προς πτολεμαιον τον φιλομητορα εις αιγυπτον διεκομισθη

← 2 Maccabees 8   2 Maccabees 10 →

Přeložit:
Sdílet: