2 Maccabees 7

Greek OT: LXX [A] Unaccented

← 2 Maccabees 6   2 Maccabees 8 →

1 συνεβη δε και επτα αδελφους μετα της μητρος συλλημφθεντας αναγκαζεσθαι υπο του βασιλεως απο των αθεμιτων υειων κρεων εφαπτεσθαι μαστιξιν και νευραις αικιζομενους

2 εις δε αυτων γενομενος προηγορος ουτως εφη τι μελλεις ερωταν και μανθανειν ημων ετοιμοι γαρ αποθνησκειν εσμεν η παραβαινειν τους πατριους νομους

3 εκθυμος δε γενομενος ο βασιλευς προσεταξεν τηγανα και λεβητας εκπυρουν

4 των δε παραχρημα εκπυρωθεντων τον γενομενον αυτων προηγορον προσεταξεν γλωσσοτομειν και περισκυθισαντας ακρωτηριαζειν των λοιπων αδελφων και της μητρος συνορωντων

5 αχρηστον δε αυτον τοις ολοις γενομενον εκελευσεν τη πυρα προσαγειν εμπνουν και τηγανιζειν της δε ατμιδος εφ' ικανον διαδιδουσης του τηγανου αλληλους παρεκαλουν συν τη μητρι γενναιως τελευταν λεγοντες ουτως

6 ο κυριος ο θεος εφορα και ταις αληθειαις εφ' ημιν παρακαλειται καθαπερ δια της κατα προσωπον αντιμαρτυρουσης ωδης διεσαφησεν μωυσης λεγων και επι τοις δουλοις αυτου παρακληθησεται

7 μεταλλαξαντος δε του πρωτου τον τροπον τουτον τον δευτερον ηγον επι τον εμπαιγμον και το της κεφαλης δερμα συν ταις θριξιν περισυραντες επηρωτων ει φαγεσαι προ του τιμωρηθηναι το σωμα κατα μελος

8 ο δε αποκριθεις τη πατριω φωνη προσειπεν ουχι διοπερ και ουτος την εξης ελαβεν βασανον ως ο πρωτος

9 εν εσχατη δε πνοη γενομενος ειπεν συ μεν αλαστωρ εκ του παροντος ημας ζην απολυεις ο δε του κοσμου βασιλευς αποθανοντας ημας υπερ των αυτου νομων εις αιωνιον αναβιωσιν ζωης ημας αναστησει

10 μετα δε τουτον ο τριτος ενεπαιζετο και την γλωσσαν αιτηθεις ταχεως προεβαλεν και τας χειρας ευθαρσως προετεινεν

11 και γενναιως ειπεν εξ ουρανου ταυτα κεκτημαι και δια τους αυτου νομους υπερορω ταυτα και παρ' αυτου ταυτα παλιν ελπιζω κομισασθαι

12 ωστε αυτον τον βασιλεα και τους συν αυτω εκπλησσεσθαι την του νεανισκου ψυχην ως εν ουδενι τας αλγηδονας ετιθετο

13 και τουτου δε μεταλλαξαντος τον τεταρτον ωσαυτως εβασανιζον αικιζομενοι

14 και γενομενος προς το τελευταν ουτως εφη αιρετον μεταλλασσοντας υπ' ανθρωπων τας υπο του θεου προσδοκαν ελπιδας παλιν αναστησεσθαι υπ' αυτου σοι μεν γαρ αναστασις εις ζωην ουκ εσται

15 εχομενως δε τον πεμπτον προσαγοντες ηκιζοντο

16 ο δε προς αυτον ιδων ειπεν εξουσιαν εν ανθρωποις εχων φθαρτος ων ο θελεις ποιεις μη δοκει δε το γενος ημων υπο του θεου καταλελειφθαι

17 συ δε καρτερει και θεωρει το μεγαλειον αυτου κρατος ως σε και το σπερμα σου βασανιει

18 μετα δε τουτον ηγον τον εκτον και μελλων αποθνησκειν εφη μη πλανω ματην ημεις γαρ δι' εαυτους ταυτα πασχομεν αμαρτοντες εις τον εαυτων θεον αξια θαυμασμου γεγονεν

19 συ δε μη νομισης αθωος εσεσθαι θεομαχειν επιχειρησας

20 υπεραγοντως δε η μητηρ θαυμαστη και μνημης αγαθης αξια ητις απολλυμενους υιους επτα συνορωσα μιας υπο καιρον ημερας ευψυχως εφερεν δια τας επι κυριον ελπιδας

21 εκαστον δε αυτων παρεκαλει τη πατριω φωνη γενναιω πεπληρωμενη φρονηματι και τον θηλυν λογισμον αρσενι θυμω διεγειρασα λεγουσα προς αυτους

22 ουκ οιδ' οπως εις την εμην εφανητε κοιλιαν ουδε εγω το πνευμα και την ζωην υμιν εχαρισαμην και την εκαστου στοιχειωσιν ουκ εγω διερρυθμισα

23 τοιγαρουν ο του κοσμου κτιστης ο πλασας ανθρωπου γενεσιν και παντων εξευρων γενεσιν και το πνευμα και την ζωην υμιν παλιν αποδιδωσιν μετ' ελεους ως νυν υπερορατε εαυτους δια τους αυτου νομους

24 ο δε αντιοχος οιομενος καταφρονεισθαι και την ονειδιζουσαν υφορωμενος φωνην ετι του νεωτερου περιοντος ου μονον δια λογων εποιειτο την παρακλησιν αλλα και δι' ορκων επιστου αμα πλουτιειν και μακαριστον ποιησειν μεταθεμενον απο των πατριων και φιλον εξειν και χρειας εμπιστευσειν

25 του δε νεανιου μηδαμως προσεχοντος προσκαλεσαμενος ο βασιλευς την μητερα παρηνει γενεσθαι του μειρακιου συμβουλον επι σωτηρια

26 πολλα δε αυτου παραινεσαντος επεδεξατο πεισειν τον υιον

27 προσκυψασα δε αυτω χλευασασα τον ωμον τυραννον ουτως εφησεν τη πατριω φωνη υιε ελεησον με την εν γαστρι περιενεγκασαν σε μηνας εννεα και θηλασασαν σε ετη τρια και εκθρεψασαν σε και αγαγουσαν εις την ηλικιαν ταυτην και τροφοφορησασαν

28 αξιω σε τεκνον αναβλεψαντα εις τον ουρανον και την γην και τα εν αυτοις παντα ιδοντα γνωναι οτι ουκ εξ οντων εποιησεν αυτα ο θεος και το των ανθρωπων γενος ουτω γινεται

29 μη φοβηθης τον δημιον τουτον αλλα των αδελφων αξιος γενομενος επιδεξαι τον θανατον ινα εν τω ελεει συν τοις αδελφοις σου κομισωμαι σε

30 ετι δε ταυτης καταληγουσης ο νεανιας ειπεν τινα μενετε ουχ υπακουω του προσταγματος του βασιλεως του δε προσταγματος ακουω του νομου του δοθεντος τοις πατρασιν ημων δια μωυσεως

31 συ δε πασης κακιας ευρετης γενομενος εις τους εβραιους ου μη διαφυγης τας χειρας του θεου

32 ημεις γαρ δια τας εαυτων αμαρτιας πασχομεν

33 ει δε χαριν επιπληξεως και παιδειας ο ζων κυριος ημων βραχεως επωργισται και παλιν καταλλαγησεται τοις εαυτου δουλοις

34 συ δε ω ανοσιε και παντων ανθρωπων μιαρωτατε μη ματην μετεωριζου φρυαττομενος αδηλοις ελπισιν επι τους ουρανιους παιδας επαιρομενος χειρα

35 ουπω γαρ την του παντοκρατορος εποπτου θεου κρισιν εκπεφευγας

36 οι μεν γαρ νυν ημετεροι αδελφοι βραχυν υπενεγκαντες πονον αεναου ζωης υπο διαθηκην θεου πεπτωκασιν συ δε τη του θεου κρισει δικαια τα προστιμα της υπερηφανιας αποιση

37 εγω δε καθαπερ οι αδελφοι και σωμα και ψυχην προδιδωμι περι των πατριων νομων επικαλουμενος τον θεον ιλεως ταχυ τω εθνει γενεσθαι και σε μετα ετασμων και μαστιγων εξομολογησασθαι διοτι μονος αυτος θεος εστιν

38 εν εμοι δε και τοις αδελφοις μου στησαι την του παντοκρατορος οργην την επι το συμπαν ημων γενος δικαιως επηγμενην

39 εκθυμος δε γενομενος ο βασιλευς τουτω παρα τους αλλους χειριστως απηντησεν πικρως φερων επι τω μυκτηρισμω

40 και ουτος ουν καθαρος μετηλλαξεν παντελως επι τω κυριω πεποιθως

41 εσχατη δε των υιων η μητηρ ετελευτησεν

42 τα μεν ουν περι τους σπλαγχνισμους και τας υπερβαλλουσας αικιας επι τοσουτον δεδηλωσθω

← 2 Maccabees 6   2 Maccabees 8 →

Přeložit:
Sdílet: