Bible

 

Numbers 25

Studie

   

1 καὶ κατέλυσεν ισραηλ ἐν σαττιν καὶ ἐβεβηλώθη ὁ λαὸς ἐκπορνεῦσαι εἰς τὰς θυγατέρας μωαβ

2 καὶ ἐκάλεσαν αὐτοὺς ἐπὶ ταῖς θυσίαις τῶν εἰδώλων αὐτῶν καὶ ἔφαγεν ὁ λαὸς τῶν θυσιῶν αὐτῶν καὶ προσεκύνησαν τοῖς εἰδώλοις αὐτῶν

3 καὶ ἐτελέσθη ισραηλ τῷ βεελφεγωρ καὶ ὠργίσθη θυμῷ κύριος τῷ ισραηλ

4 καὶ εἶπεν κύριος τῷ μωυσῇ λαβὲ πάντας τοὺς ἀρχηγοὺς τοῦ λαοῦ καὶ παραδειγμάτισον αὐτοὺς κυρίῳ ἀπέναντι τοῦ ἡλίου καὶ ἀποστραφήσεται ὀργὴ θυμοῦ κυρίου ἀπὸ ισραηλ

5 καὶ εἶπεν μωυσῆς ταῖς φυλαῖς ισραηλ ἀποκτείνατε ἕκαστος τὸν οἰκεῖον αὐτοῦ τὸν τετελεσμένον τῷ βεελφεγωρ

6 καὶ ἰδοὺ ἄνθρωπος τῶν υἱῶν ισραηλ ἐλθὼν προσήγαγεν τὸν ἀδελφὸν αὐτοῦ πρὸς τὴν μαδιανῖτιν ἐναντίον μωυσῆ καὶ ἔναντι πάσης συναγωγῆς υἱῶν ισραηλ αὐτοὶ δὲ ἔκλαιον παρὰ τὴν θύραν τῆς σκηνῆς τοῦ μαρτυρίου

7 καὶ ἰδὼν φινεες υἱὸς ελεαζαρ υἱοῦ ααρων τοῦ ἱερέως ἐξανέστη ἐκ μέσου τῆς συναγωγῆς καὶ λαβὼν σειρομάστην ἐν τῇ χειρὶ

8 εἰσῆλθεν ὀπίσω τοῦ ἀνθρώπου τοῦ ισραηλίτου εἰς τὴν κάμινον καὶ ἀπεκέντησεν ἀμφοτέρους τόν τε ἄνθρωπον τὸν ισραηλίτην καὶ τὴν γυναῖκα διὰ τῆς μήτρας αὐτῆς καὶ ἐπαύσατο ἡ πληγὴ ἀπὸ υἱῶν ισραηλ

9 καὶ ἐγένοντο οἱ τεθνηκότες ἐν τῇ πληγῇ τέσσαρες καὶ εἴκοσι χιλιάδες

10 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

11 φινεες υἱὸς ελεαζαρ υἱοῦ ααρων τοῦ ἱερέως κατέπαυσεν τὸν θυμόν μου ἀπὸ υἱῶν ισραηλ ἐν τῷ ζηλῶσαί μου τὸν ζῆλον ἐν αὐτοῖς καὶ οὐκ ἐξανήλωσα τοὺς υἱοὺς ισραηλ ἐν τῷ ζήλῳ μου

12 οὕτως εἰπόν ἰδοὺ ἐγὼ δίδωμι αὐτῷ διαθήκην εἰρήνης

13 καὶ ἔσται αὐτῷ καὶ τῷ σπέρματι αὐτοῦ μετ' αὐτὸν διαθήκη ἱερατείας αἰωνία ἀνθ' ὧν ἐζήλωσεν τῷ θεῷ αὐτοῦ καὶ ἐξιλάσατο περὶ τῶν υἱῶν ισραηλ

14 τὸ δὲ ὄνομα τοῦ ἀνθρώπου τοῦ ισραηλίτου τοῦ πεπληγότος ὃς ἐπλήγη μετὰ τῆς μαδιανίτιδος ζαμβρι υἱὸς σαλω ἄρχων οἴκου πατριᾶς τῶν συμεων

15 καὶ ὄνομα τῇ γυναικὶ τῇ μαδιανίτιδι τῇ πεπληγυίᾳ χασβι θυγάτηρ σουρ ἄρχοντος ἔθνους ομμωθ οἴκου πατριᾶς ἐστιν τῶν μαδιαν

16 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων λάλησον τοῖς υἱοῖς ισραηλ λέγων

17 ἐχθραίνετε τοῖς μαδιηναίοις καὶ πατάξατε αὐτούς

18 ὅτι ἐχθραίνουσιν αὐτοὶ ὑμῖν ἐν δολιότητι ὅσα δολιοῦσιν ὑμᾶς διὰ φογωρ καὶ διὰ χασβι θυγατέρα ἄρχοντος μαδιαν ἀδελφὴν αὐτῶν τὴν πεπληγυῖαν ἐν τῇ ἡμέρᾳ τῆς πληγῆς διὰ φογωρ

   

Komentář

 

Explanation of Numbers 25

Napsal(a) Henry MacLagan

Verses 1-5. The man of the Spiritual Church, before being made perfect, claims merit to himself for his good deeds, and consequently worship is profaned by falsity; and revelation takes place that such worship and its falsifications must be destroyed.

Verses 6-9. For by such worship the church is not only in secret, but openly corrupted, except that those who are in good, and in a state of temptation, zealously destroy it in themselves, and thus completely.

Verses 10-13. Concerning the happy state, even to eternity, of those who are in celestial-natural good and thus overcome.

Verses 14-15. The quality of the wicked who thus profane good and truth is described, and involves separation from the church, a state of confirmation in evil and falsity externally, and of the violation of the heavenly marriage internally.

Verses 16-18. Wherefore the man of the church is instructed that he must persistently oppose the deceitful insinuations of all falsity from evil.

Bible

 

Habakkuk 2:11

Studie

       

11 For the stone will cry out of the wall, and the beam out of the woodwork will answer it.