Bible

 

Judges 5

Studie

   

1 καὶ ᾖσαν δεββωρα καὶ βαρακ υἱὸς αβινεεμ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ λέγοντες

2 ἀπεκαλύφθη ἀποκάλυμμα ἐν ισραηλ ἐν τῷ ἑκουσιασθῆναι λαὸν εὐλογεῖτε κύριον

3 ἀκούσατε βασιλεῖς καὶ ἐνωτίσασθε σατράπαι ἐγώ εἰμι τῷ κυρίῳ ἐγώ εἰμι ᾄσομαι ψαλῶ τῷ κυρίῳ τῷ θεῷ ισραηλ

4 κύριε ἐν τῇ ἐξόδῳ σου ἐν σηιρ ἐν τῷ ἀπαίρειν σε ἐξ ἀγροῦ εδωμ γῆ ἐσείσθη καὶ ὁ οὐρανὸς ἔσταξεν δρόσους καὶ αἱ νεφέλαι ἔσταξαν ὕδωρ

5 ὄρη ἐσαλεύθησαν ἀπὸ προσώπου κυρίου ελωι τοῦτο σινα ἀπὸ προσώπου κυρίου θεοῦ ισραηλ

6 ἐν ἡμέραις σαμεγαρ υἱοῦ αναθ ἐν ἡμέραις ιαηλ ἐξέλιπον ὁδοὺς καὶ ἐπορεύθησαν ἀτραπούς ἐπορεύθησαν ὁδοὺς διεστραμμένας

7 ἐξέλιπον δυνατοὶ ἐν ισραηλ ἐξέλιπον ἕως οὗ ἀναστῇ δεββωρα ἕως οὗ ἀναστῇ μήτηρ ἐν ισραηλ

8 ἐξελέξαντο θεοὺς καινούς τότε ἐπολέμησαν πόλεις ἀρχόντων θυρεὸς ἐὰν ὀφθῇ καὶ λόγχη ἐν τεσσαράκοντα χιλιάσιν ἐν ισραηλ

9 ἡ καρδία μου εἰς τὰ διατεταγμένα τῷ ισραηλ οἱ ἑκουσιαζόμενοι ἐν λαῷ εὐλογεῖτε κύριον

10 ἐπιβεβηκότες ἐπὶ ὄνου θηλείας μεσημβρίας καθήμενοι ἐπὶ κριτηρίου καὶ πορευόμενοι ἐπὶ ὁδοὺς συνέδρων ἐφ' ὁδῷ

11 διηγεῖσθε ἀπὸ φωνῆς ἀνακρουομένων ἀνὰ μέσον ὑδρευομένων ἐκεῖ δώσουσιν δικαιοσύνας κυρίῳ δικαιοσύνας αὔξησον ἐν ισραηλ τότε κατέβη εἰς τὰς πόλεις λαὸς κυρίου

12 ἐξεγείρου ἐξεγείρου δεββωρα ἐξεγείρου ἐξεγείρου λάλησον ᾠδήν ἀνάστα βαρακ καὶ αἰχμαλώτισον αἰχμαλωσίαν σου υἱὸς αβινεεμ

13 τότε κατέβη κατάλειμμα τοῖς ἰσχυροῖς λαὸς κυρίου κατέβη αὐτῷ ἐν τοῖς κραταιοῖς

14 ἐξ ἐμοῦ εφραιμ ἐξερρίζωσεν αὐτοὺς ἐν τῷ αμαληκ ὀπίσω σου βενιαμιν ἐν τοῖς λαοῖς σου ἐν ἐμοὶ μαχιρ κατέβησαν ἐξερευνῶντες καὶ ἀπὸ ζαβουλων ἕλκοντες ἐν ῥάβδῳ διηγήσεως γραμματέως

15 καὶ ἀρχηγοὶ ἐν ισσαχαρ μετὰ δεββωρας καὶ βαρακ οὕτως βαρακ ἐν κοιλάσιν ἀπέστειλεν ἐν ποσὶν αὐτοῦ εἰς τὰς μερίδας ρουβην μεγάλοι ἐξικνούμενοι καρδίαν

16 εἰς τί ἐκάθισαν ἀνὰ μέσον τῆς διγομίας τοῦ ἀκοῦσαι συρισμοῦ ἀγγέλων εἰς διαιρέσεις ρουβην μεγάλοι ἐξετασμοὶ καρδίας

17 γαλααδ ἐν τῷ πέραν τοῦ ιορδάνου ἐσκήνωσεν καὶ δαν εἰς τί παροικεῖ πλοίοις ασηρ ἐκάθισεν παραλίαν θαλασσῶν καὶ ἐπὶ διεξόδοις αὐτοῦ σκηνώσει

18 ζαβουλων λαὸς ὠνείδισεν ψυχὴν αὐτοῦ εἰς θάνατον καὶ νεφθαλι ἐπὶ ὕψη ἀγροῦ

19 ἦλθον αὐτῶν βασιλεῖς παρετάξαντο τότε ἐπολέμησαν βασιλεῖς χανααν ἐν θανααχ ἐπὶ ὕδατι μεγεδδω δῶρον ἀργυρίου οὐκ ἔλαβον

20 ἐξ οὐρανοῦ παρετάξαντο οἱ ἀστέρες ἐκ τρίβων αὐτῶν παρετάξαντο μετὰ σισαρα

21 χειμάρρους κισων ἐξέσυρεν αὐτούς χειμάρρους ἀρχαίων χειμάρρους κισων καταπατήσει αὐτὸν ψυχή μου δυνατή

22 τότε ἐνεποδίσθησαν πτέρναι ἵππου σπουδῇ ἔσπευσαν ἰσχυροὶ αὐτοῦ

23 καταρᾶσθε μηρωζ εἶπεν ἄγγελος κυρίου καταρᾶσθε ἐπικατάρατος πᾶς ὁ κατοικῶν αὐτήν ὅτι οὐκ ἤλθοσαν εἰς βοήθειαν κυρίου εἰς βοήθειαν ἐν δυνατοῖς

24 εὐλογηθείη ἐν γυναιξὶν ιαηλ γυνὴ χαβερ τοῦ κιναίου ἀπὸ γυναικῶν ἐν σκηναῖς εὐλογηθείη

25 ὕδωρ ᾔτησεν γάλα ἔδωκεν ἐν λεκάνῃ ὑπερεχόντων προσήνεγκεν βούτυρον

26 χεῖρα αὐτῆς ἀριστερὰν εἰς πάσσαλον ἐξέτεινεν καὶ δεξιὰν αὐτῆς εἰς σφῦραν κοπιώντων καὶ ἐσφυροκόπησεν σισαρα διήλωσεν κεφαλὴν αὐτοῦ καὶ ἐπάταξεν διήλωσεν κρόταφον αὐτοῦ

27 ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατεκυλίσθη ἔπεσεν καὶ ἐκοιμήθη ἀνὰ μέσον τῶν ποδῶν αὐτῆς κατακλιθεὶς ἔπεσεν καθὼς κατεκλίθη ἐκεῖ ἔπεσεν ἐξοδευθείς

28 διὰ τῆς θυρίδος παρέκυψεν μήτηρ σισαρα ἐκτὸς τοῦ τοξικοῦ διότι ᾐσχύνθη ἅρμα αὐτοῦ διότι ἐχρόνισαν πόδες ἁρμάτων αὐτοῦ

29 αἱ σοφαὶ ἄρχουσαι αὐτῆς ἀπεκρίθησαν πρὸς αὐτήν καὶ αὐτὴ ἀπέστρεψεν λόγους αὐτῆς ἑαυτῇ

30 οὐχ εὑρήσουσιν αὐτὸν διαμερίζοντα σκῦλα οἰκτίρμων οἰκτιρήσει εἰς κεφαλὴν ἀνδρός σκῦλα βαμμάτων τῷ σισαρα σκῦλα βαμμάτων ποικιλίας βάμματα ποικιλτῶν αὐτά τῷ τραχήλῳ αὐτοῦ σκῦλα

31 οὕτως ἀπόλοιντο πάντες οἱ ἐχθροί σου κύριε καὶ οἱ ἀγαπῶντες αὐτὸν ὡς ἔξοδος ἡλίου ἐν δυνάμει αὐτοῦ καὶ ἡσύχασεν ἡ γῆ τεσσαράκοντα ἔτη

   

Ze Swedenborgových děl

 

Apocalypse Explained # 423

Prostudujte si tuto pasáž

  
/ 1232  
  

423. Having the seal of the living God.- That this signifies the Divine Will, is evident from the signification of to have the seal of any one, which means to have the command, for a command is confirmed by a seal; therefore to have the seal of the living God, is to have the Divine command. The Divine command here denotes the Divine Will, because by the angel who had the seal ascending from the rising of the sun, is signified the Divine Love going forth from the Lord; and everything that goes forth from the Divine Love is the Divine Will. There are also Divine commands not from the Divine Will, but of leave and permission, many of which were given to the sons of Israel. They were permitted, for example, to have several wives, and to give them bills of divorcement, besides other things of a similar nature. Those commands were of permission, and were given because of the hardness of their hearts, as the words of the Lord in Matthew plainly show (19:8); and Mark (10:4, 5). But commands that are immediately from the Divine Love are all of the Divine Will; therefore it is also said, "the seal of the living God," the Lord being called the living God from the Divine Love, for love is the very life of man, and the life of all things is from the Divine Love.

  
/ 1232  
  

Translation by Isaiah Tansley. Many thanks to the Swedenborg Society for the permission to use this translation.

Bible

 

Ezekiel 10:19

Studie

       

19 The cherubim lifted up their wings, and mounted up from the earth in my sight when they went forth, and the wheels beside them: and they stood at the door of the east gate of Yahweh's house; and the glory of the God of Israel was over them above.