Bible

 

Joshua 3

Studie

   

1 καὶ ὤρθρισεν ἰησοῦς τὸ πρωί καὶ ἀπῆραν ἐκ σαττιν καὶ ἤλθοσαν ἕως τοῦ ιορδάνου καὶ κατέλυσαν ἐκεῖ πρὸ τοῦ διαβῆναι

2 καὶ ἐγένετο μετὰ τρεῖς ἡμέρας διῆλθον οἱ γραμματεῖς διὰ τῆς παρεμβολῆς

3 καὶ ἐνετείλαντο τῷ λαῷ λέγοντες ὅταν ἴδητε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου τοῦ θεοῦ ἡμῶν καὶ τοὺς ἱερεῖς ἡμῶν καὶ τοὺς λευίτας αἴροντας αὐτήν ἀπαρεῖτε ἀπὸ τῶν τόπων ὑμῶν καὶ πορεύεσθε ὀπίσω αὐτῆς

4 ἀλλὰ μακρὰν ἔστω ἀνὰ μέσον ὑμῶν καὶ ἐκείνης ὅσον δισχιλίους πήχεις στήσεσθε μὴ προσεγγίσητε αὐτῇ ἵν' ἐπίστησθε τὴν ὁδόν ἣν πορεύεσθε αὐτήν οὐ γὰρ πεπόρευσθε τὴν ὁδὸν ἀπ' ἐχθὲς καὶ τρίτης ἡμέρας

5 καὶ εἶπεν ἰησοῦς τῷ λαῷ ἁγνίσασθε εἰς αὔριον ὅτι αὔριον ποιήσει ἐν ὑμῖν κύριος θαυμαστά

6 καὶ εἶπεν ἰησοῦς τοῖς ἱερεῦσιν ἄρατε τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ προπορεύεσθε τοῦ λαοῦ καὶ ἦραν οἱ ἱερεῖς τὴν κιβωτὸν τῆς διαθήκης κυρίου καὶ ἐπορεύοντο ἔμπροσθεν τοῦ λαοῦ

7 καὶ εἶπεν κύριος πρὸς ἰησοῦν ἐν τῇ ἡμέρᾳ ταύτῃ ἄρχομαι ὑψῶσαί σε κατενώπιον πάντων υἱῶν ισραηλ ἵνα γνῶσιν καθότι ἤμην μετὰ μωυσῆ οὕτως ἔσομαι καὶ μετὰ σοῦ

8 καὶ νῦν ἔντειλαι τοῖς ἱερεῦσιν τοῖς αἴρουσιν τὴν κιβωτὸν τῆς διαθήκης λέγων ὡς ἂν εἰσέλθητε ἐπὶ μέρους τοῦ ὕδατος τοῦ ιορδάνου καὶ ἐν τῷ ιορδάνῃ στήσεσθε

9 καὶ εἶπεν ἰησοῦς τοῖς υἱοῖς ισραηλ προσαγάγετε ὧδε καὶ ἀκούσατε τὸ ῥῆμα κυρίου τοῦ θεοῦ ἡμῶν

10 ἐν τούτῳ γνώσεσθε ὅτι θεὸς ζῶν ἐν ὑμῖν καὶ ὀλεθρεύων ὀλεθρεύσει ἀπὸ προσώπου ἡμῶν τὸν χαναναῖον καὶ τὸν χετταῖον καὶ τὸν φερεζαῖον καὶ τὸν ευαῖον καὶ τὸν αμορραῖον καὶ τὸν γεργεσαῖον καὶ τὸν ιεβουσαῖον

11 ἰδοὺ ἡ κιβωτὸς διαθήκης κυρίου πάσης τῆς γῆς διαβαίνει τὸν ιορδάνην

12 προχειρίσασθε ὑμῖν δώδεκα ἄνδρας ἀπὸ τῶν υἱῶν ισραηλ ἕνα ἀφ' ἑκάστης φυλῆς

13 καὶ ἔσται ὡς ἂν καταπαύσωσιν οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πάσης τῆς γῆς ἐν τῷ ὕδατι τοῦ ιορδάνου τὸ ὕδωρ τοῦ ιορδάνου ἐκλείψει τὸ δὲ ὕδωρ τὸ καταβαῖνον στήσεται

14 καὶ ἀπῆρεν ὁ λαὸς ἐκ τῶν σκηνωμάτων αὐτῶν διαβῆναι τὸν ιορδάνην οἱ δὲ ἱερεῖς ἤροσαν τὴν κιβωτὸν τῆς διαθήκης κυρίου πρότεροι τοῦ λαοῦ

15 ὡς δὲ εἰσεπορεύοντο οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης ἐπὶ τὸν ιορδάνην καὶ οἱ πόδες τῶν ἱερέων τῶν αἰρόντων τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐβάφησαν εἰς μέρος τοῦ ὕδατος τοῦ ιορδάνου ὁ δὲ ιορδάνης ἐπλήρου καθ' ὅλην τὴν κρηπῖδα αὐτοῦ ὡσεὶ ἡμέραι θερισμοῦ πυρῶν

16 καὶ ἔστη τὰ ὕδατα τὰ καταβαίνοντα ἄνωθεν ἔστη πῆγμα ἓν ἀφεστηκὸς μακρὰν σφόδρα σφοδρῶς ἕως μέρους καριαθιαριμ τὸ δὲ καταβαῖνον κατέβη εἰς τὴν θάλασσαν αραβα θάλασσαν ἁλός ἕως εἰς τὸ τέλος ἐξέλιπεν καὶ ὁ λαὸς εἱστήκει ἀπέναντι ιεριχω

17 καὶ ἔστησαν οἱ ἱερεῖς οἱ αἴροντες τὴν κιβωτὸν τῆς διαθήκης κυρίου ἐπὶ ξηρᾶς ἐν μέσῳ τοῦ ιορδάνου καὶ πάντες οἱ υἱοὶ ισραηλ διέβαινον διὰ ξηρᾶς ἕως συνετέλεσεν πᾶς ὁ λαὸς διαβαίνων τὸν ιορδάνην

   

Komentář

 

295 - The Power of the Covenant

Napsal(a) Jonathan S. Rose

Title: The Power of the Covenant

Topic: Salvation

Summary: The ark of the covenant parted the Jordan, smashed Dagon (a Philistine idol), and leveled the walls of Jericho. What does this mean in our lives?

Use the reference links below to follow along in the Bible as you watch.

References:
Exodus 19:10-25; 20:18-19; 24:1-2
Deuteronomy 4:7-13; 5:22-27
Joshua 3:1-13, 17; 4:14-18; 6:1-16, 20
1 Samuel 4:3; 5:1-5
Psalms 132:8
Hebrews 4:12
1 Corinthians 2:14

Přehrát video
Spirit and Life Bible Study broadcast from 3/8/2017. The complete series is available at: www.spiritandlifebiblestudy.com

Bible

 

Joshua 4:14-18

Studie

      

14 On that day, Yahweh magnified Joshua in the sight of all Israel; and they feared him, as they feared Moses, all the days of his life.

15 Yahweh spoke to Joshua, saying,

16 "Command the priests who bear the ark of the testimony, that they come up out of the Jordan."

17 Joshua therefore commanded the priests, saying, "Come up out of the Jordan!"

18 It happened, when the priests who bore the ark of the covenant of Yahweh had come up out of the middle of the Jordan, and the soles of the priests' feet were lifted up to the dry ground, that the waters of the Jordan returned to their place, and went over all its banks, as before.