Bible

 

Jeremiah 30

Studie

   

1 τῇ ιδουμαίᾳ τάδε λέγει κύριος οὐκ ἔστιν ἔτι σοφία ἐν θαιμαν ἀπώλετο βουλὴ ἐκ συνετῶν ὤχετο σοφία αὐτῶν

2 ἠπατήθη ὁ τόπος αὐτῶν βαθύνατε εἰς κάθισιν οἱ κατοικοῦντες ἐν δαιδαν ὅτι δύσκολα ἐποίησεν ἤγαγον ἐπ' αὐτὸν ἐν χρόνῳ ᾧ ἐπεσκεψάμην ἐπ' αὐτόν

3 ὅτι τρυγηταὶ ἦλθόν σοι οὐ καταλείψουσίν σοι καταλείμματα ὡς κλέπται ἐν νυκτὶ ἐπιθήσουσιν χεῖρα αὐτῶν

4 ὅτι ἐγὼ κατέσυρα τὸν ησαυ ἀνεκάλυψα τὰ κρυπτὰ αὐτῶν κρυβῆναι οὐ μὴ δύνωνται ὤλοντο διὰ χεῖρα ἀδελφοῦ αὐτοῦ καὶ γείτονος αὐτοῦ καὶ οὐκ ἔστιν

5 ὑπολείπεσθαι ὀρφανόν σου ἵνα ζήσηται καὶ ἐγὼ ζήσομαι καὶ χῆραι ἐπ' ἐμὲ πεποίθασιν

6 ὅτι τάδε εἶπεν κύριος οἷς οὐκ ἦν νόμος πιεῖν τὸ ποτήριον ἔπιον καὶ σὺ ἀθῳωμένη οὐ μὴ ἀθῳωθῇς ὅτι πίνων πίεσαι

7 ὅτι κατ' ἐμαυτοῦ ὤμοσα λέγει κύριος ὅτι εἰς ἄβατον καὶ εἰς ὀνειδισμὸν καὶ εἰς κατάρασιν ἔσῃ ἐν μέσῳ αὐτῆς καὶ πᾶσαι αἱ πόλεις αὐτῆς ἔσονται ἔρημοι εἰς αἰῶνα

8 ἀκοὴν ἤκουσα παρὰ κυρίου καὶ ἀγγέλους εἰς ἔθνη ἀπέστειλεν συνάχθητε καὶ παραγένεσθε εἰς αὐτήν ἀνάστητε εἰς πόλεμον

9 μικρὸν ἔδωκά σε ἐν ἔθνεσιν εὐκαταφρόνητον ἐν ἀνθρώποις

10 ἡ παιγνία σου ἐνεχείρησέν σοι ἰταμία καρδίας σου κατέλυσεν τρυμαλιὰς πετρῶν συνέλαβεν ἰσχὺν βουνοῦ ὑψηλοῦ ὅτι ὕψωσεν ὥσπερ ἀετὸς νοσσιὰν αὐτοῦ ἐκεῖθεν καθελῶ σε

11 καὶ ἔσται ἡ ιδουμαία εἰς ἄβατον πᾶς ὁ παραπορευόμενος ἐπ' αὐτὴν συριεῖ

12 ὥσπερ κατεστράφη σοδομα καὶ γομορρα καὶ αἱ πάροικοι αὐτῆς εἶπεν κύριος παντοκράτωρ οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ ἐνοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου

13 ἰδοὺ ὥσπερ λέων ἀναβήσεται ἐκ μέσου τοῦ ιορδάνου εἰς τόπον αιθαμ ὅτι ταχὺ ἐκδιώξω αὐτοὺς ἀπ' αὐτῆς καὶ τοὺς νεανίσκους ἐπ' αὐτὴν ἐπιστήσατε ὅτι τίς ὥσπερ ἐγώ καὶ τίς ἀντιστήσεταί μοι καὶ τίς οὗτος ποιμήν ὃς στήσεται κατὰ πρόσωπόν μου

14 διὰ τοῦτο ἀκούσατε βουλὴν κυρίου ἣν ἐβουλεύσατο ἐπὶ τὴν ιδουμαίαν καὶ λογισμὸν αὐτοῦ ὃν ἐλογίσατο ἐπὶ τοὺς κατοικοῦντας θαιμαν ἐὰν μὴ συμψησθῶσιν τὰ ἐλάχιστα τῶν προβάτων ἐὰν μὴ ἀβατωθῇ ἐπ' αὐτὴν κατάλυσις αὐτῶν

15 ὅτι ἀπὸ φωνῆς πτώσεως αὐτῶν ἐσείσθη ἡ γῆ καὶ κραυγή σου ἐν θαλάσσῃ ἠκούσθη

16 ἰδοὺ ὥσπερ ἀετὸς ὄψεται καὶ ἐκτενεῖ τὰς πτέρυγας ἐπ' ὀχυρώματα αὐτῆς καὶ ἔσται ἡ καρδία τῶν ἰσχυρῶν τῆς ιδουμαίας ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ὡς καρδία γυναικὸς ὠδινούσης

17 τοῖς υἱοῖς αμμων οὕτως εἶπεν κύριος μὴ υἱοὶ οὔκ εἰσιν ἐν ισραηλ ἢ παραλημψόμενος οὐκ ἔστιν αὐτοῖς διὰ τί παρέλαβεν μελχομ τὸν γαδ καὶ ὁ λαὸς αὐτῶν ἐν πόλεσιν αὐτῶν ἐνοικήσει

18 διὰ τοῦτο ἰδοὺ ἡμέραι ἔρχονται φησὶν κύριος καὶ ἀκουτιῶ ἐπὶ ραββαθ θόρυβον πολέμων καὶ ἔσονται εἰς ἄβατον καὶ εἰς ἀπώλειαν καὶ βωμοὶ αὐτῆς ἐν πυρὶ κατακαυθήσονται καὶ παραλήμψεται ισραηλ τὴν ἀρχὴν αὐτοῦ

19 ἀλάλαξον εσεβων ὅτι ὤλετο γαι κεκράξατε θυγατέρες ραββαθ περιζώσασθε σάκκους καὶ ἐπιλημπτεύσασθε καὶ κόψασθε ἐπὶ μελχομ ὅτι ἐν ἀποικίᾳ βαδιεῖται οἱ ἱερεῖς αὐτοῦ καὶ οἱ ἄρχοντες αὐτοῦ ἅμα

20 τί ἀγαλλιάσῃ ἐν τοῖς πεδίοις ενακιμ θύγατερ ἰταμίας ἡ πεποιθυῖα ἐπὶ θησαυροῖς αὐτῆς ἡ λέγουσα τίς εἰσελεύσεται ἐπ' ἐμέ

21 ἰδοὺ ἐγὼ φέρω φόβον ἐπὶ σέ εἶπεν κύριος ἀπὸ πάσης τῆς περιοίκου σου καὶ διασπαρήσεσθε ἕκαστος εἰς πρόσωπον αὐτοῦ καὶ οὐκ ἔσται ὁ συνάγων

23 τῇ κηδαρ βασιλίσσῃ τῆς αὐλῆς ἣν ἐπάταξεν ναβουχοδονοσορ βασιλεὺς βαβυλῶνος οὕτως εἶπεν κύριος ἀνάστητε καὶ ἀνάβητε ἐπὶ κηδαρ καὶ πλήσατε τοὺς υἱοὺς κεδεμ

24 σκηνὰς αὐτῶν καὶ πρόβατα αὐτῶν λήμψονται ἱμάτια αὐτῶν καὶ πάντα τὰ σκεύη αὐτῶν καὶ καμήλους αὐτῶν λήμψονται ἑαυτοῖς καὶ καλέσατε ἐπ' αὐτοὺς ἀπώλειαν κυκλόθεν

25 φεύγετε λίαν βαθύνατε εἰς κάθισιν καθήμενοι ἐν τῇ αὐλῇ ὅτι ἐβουλεύσατο ἐφ' ὑμᾶς βασιλεὺς βαβυλῶνος βουλὴν καὶ ἐλογίσατο ἐφ' ὑμᾶς λογισμόν

26 ἀνάστηθι καὶ ἀνάβηθι ἐπ' ἔθνος εὐσταθοῦν καθήμενον εἰς ἀναψυχήν οἷς οὔκ εἰσιν θύραι οὐ βάλανοι οὐ μοχλοί μόνοι καταλύουσιν

27 καὶ ἔσονται κάμηλοι αὐτῶν εἰς προνομὴν καὶ πλῆθος κτηνῶν αὐτῶν εἰς ἀπώλειαν καὶ λικμήσω αὐτοὺς παντὶ πνεύματι κεκαρμένους πρὸ προσώπου αὐτῶν ἐκ παντὸς πέραν αὐτῶν οἴσω τὴν τροπὴν αὐτῶν εἶπεν κύριος

28 καὶ ἔσται ἡ αὐλὴ διατριβὴ στρουθῶν καὶ ἄβατος ἕως αἰῶνος οὐ μὴ καθίσῃ ἐκεῖ ἄνθρωπος καὶ οὐ μὴ κατοικήσῃ ἐκεῖ υἱὸς ἀνθρώπου

29 τῇ δαμασκῷ κατῃσχύνθη ημαθ καὶ αρφαδ ὅτι ἤκουσαν ἀκοὴν πονηράν ἐξέστησαν ἐθυμώθησαν ἀναπαύσασθαι οὐ μὴ δύνωνται

30 ἐξελύθη δαμασκός ἀπεστράφη εἰς φυγήν τρόμος ἐπελάβετο αὐτῆς

31 πῶς οὐχὶ ἐγκατέλιπεν πόλιν ἐμήν κώμην ἠγάπησαν

32 διὰ τοῦτο πεσοῦνται νεανίσκοι ἐν πλατείαις σου καὶ πάντες οἱ ἄνδρες οἱ πολεμισταί σου πεσοῦνται φησὶν κύριος

33 καὶ καύσω πῦρ ἐν τείχει δαμασκοῦ καὶ καταφάγεται ἄμφοδα υἱοῦ αδερ

   

Ze Swedenborgových děl

 

Scriptural Confirmations # 51

  
/ 101  
  

51. 23. (This city [Jerusalem] shall be devastated so that there is no inhabitant (Jer. 26:9). This city shall become a devastation (Jeremiah 27:17).)

That great day there is none like it, a time of trouble (Jeremiah 30:7).

Behold the tempest of the anger of Jehovah shall go forth, a tempest rushing upon the head of the impious. In the latter days ye shall understand it (Jeremiah 30:23-24).

(Jerusalem and the cities of Judah are a desolation, nor is there an inhabitant in them (Jeremiah 44:2, 6, 22).)

(Because of the day that cometh to lay waste all the Philistines (Jeremiah 47:4). Throughout the chapter the vastation of the Philistines is treated of, who are those that are in some understanding of truth but not in the will of good, whence there is profanation of the truth by falsities, as with those who are in faith alone.)

(Of the vastation of those who adulterate the goods of the Word and the church, who are described by Moab: of their vastation the whole chapter treats (Jeremiah 48). And there vastation, desolation and visitation are mentioned (verses 1, 3, 8-9, 15, 20, 32, 34), visitation (verse 44). Again, of the desolation of those who adulterate the truths of the church; who is the man of Edom (49:7-22). Vastation and desolation are named (49:10, 13, 17, 20). Moreover, of those who falsify truths, who are the sons of Ammon, Damascus and Elam (Jeremiah 49, particularly verses 2-3 seq.).

Of those who vastate the church by the love of self and the love of dominion, who are Babel (Jeremiah 50:1 to the end), where in particular vastation and desolation are named (verses 3, 13, 23, 27, 45).

(Of the vastation of the Word and the church by Babel, throughout the chapter (Jeremiah 51) where vastation and desolation in particular are named and described (verses 26, 29, 41, 43, 48, 53, 55-56, 62).

Everywhere in the prophets vastation and desolation are described by the sword, famine, and pestilence. By the "sword" is meant falsity, by "famine" the loss of truth and good, by "pestilence" the evil of that life; they are also called the "slain" and many times it is said they are without bread and water, as in Ezekiel 11:6-7, and elsewhere.

  
/ 101  
  

Thanks to the Swedenborg Foundation for their permission to use this translation.