Bible

 

Exodus 14

Studie

   

1 καὶ ἐλάλησεν κύριος πρὸς μωυσῆν λέγων

2 λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἀποστρέψαντες στρατοπεδευσάτωσαν ἀπέναντι τῆς ἐπαύλεως ἀνὰ μέσον μαγδώλου καὶ ἀνὰ μέσον τῆς θαλάσσης ἐξ ἐναντίας βεελσεπφων ἐνώπιον αὐτῶν στρατοπεδεύσεις ἐπὶ τῆς θαλάσσης

3 καὶ ἐρεῖ φαραω τῷ λαῷ αὐτοῦ οἱ υἱοὶ ισραηλ πλανῶνται οὗτοι ἐν τῇ γῇ συγκέκλεικεν γὰρ αὐτοὺς ἡ ἔρημος

4 ἐγὼ δὲ σκληρυνῶ τὴν καρδίαν φαραω καὶ καταδιώξεται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ γνώσονται πάντες οἱ αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος καὶ ἐποίησαν οὕτως

5 καὶ ἀνηγγέλη τῷ βασιλεῖ τῶν αἰγυπτίων ὅτι πέφευγεν ὁ λαός καὶ μετεστράφη ἡ καρδία φαραω καὶ τῶν θεραπόντων αὐτοῦ ἐπὶ τὸν λαόν καὶ εἶπαν τί τοῦτο ἐποιήσαμεν τοῦ ἐξαποστεῖλαι τοὺς υἱοὺς ισραηλ τοῦ μὴ δουλεύειν ἡμῖν

6 ἔζευξεν οὖν φαραω τὰ ἅρματα αὐτοῦ καὶ πάντα τὸν λαὸν αὐτοῦ συναπήγαγεν μεθ' ἑαυτοῦ

7 καὶ λαβὼν ἑξακόσια ἅρματα ἐκλεκτὰ καὶ πᾶσαν τὴν ἵππον τῶν αἰγυπτίων καὶ τριστάτας ἐπὶ πάντων

8 καὶ ἐσκλήρυνεν κύριος τὴν καρδίαν φαραω βασιλέως αἰγύπτου καὶ τῶν θεραπόντων αὐτοῦ καὶ κατεδίωξεν ὀπίσω τῶν υἱῶν ισραηλ οἱ δὲ υἱοὶ ισραηλ ἐξεπορεύοντο ἐν χειρὶ ὑψηλῇ

9 καὶ κατεδίωξαν οἱ αἰγύπτιοι ὀπίσω αὐτῶν καὶ εὕροσαν αὐτοὺς παρεμβεβληκότας παρὰ τὴν θάλασσαν καὶ πᾶσα ἡ ἵππος καὶ τὰ ἅρματα φαραω καὶ οἱ ἱππεῖς καὶ ἡ στρατιὰ αὐτοῦ ἀπέναντι τῆς ἐπαύλεως ἐξ ἐναντίας βεελσεπφων

10 καὶ φαραω προσῆγεν καὶ ἀναβλέψαντες οἱ υἱοὶ ισραηλ τοῖς ὀφθαλμοῖς ὁρῶσιν καὶ οἱ αἰγύπτιοι ἐστρατοπέδευσαν ὀπίσω αὐτῶν καὶ ἐφοβήθησαν σφόδρα ἀνεβόησαν δὲ οἱ υἱοὶ ισραηλ πρὸς κύριον

11 καὶ εἶπεν πρὸς μωυσῆν παρὰ τὸ μὴ ὑπάρχειν μνήματα ἐν γῇ αἰγύπτῳ ἐξήγαγες ἡμᾶς θανατῶσαι ἐν τῇ ἐρήμῳ τί τοῦτο ἐποίησας ἡμῖν ἐξαγαγὼν ἐξ αἰγύπτου

12 οὐ τοῦτο ἦν τὸ ῥῆμα ὃ ἐλαλήσαμεν πρὸς σὲ ἐν αἰγύπτῳ λέγοντες πάρες ἡμᾶς ὅπως δουλεύσωμεν τοῖς αἰγυπτίοις κρεῖσσον γὰρ ἡμᾶς δουλεύειν τοῖς αἰγυπτίοις ἢ ἀποθανεῖν ἐν τῇ ἐρήμῳ ταύτῃ

13 εἶπεν δὲ μωυσῆς πρὸς τὸν λαόν θαρσεῖτε στῆτε καὶ ὁρᾶτε τὴν σωτηρίαν τὴν παρὰ τοῦ θεοῦ ἣν ποιήσει ἡμῖν σήμερον ὃν τρόπον γὰρ ἑωράκατε τοὺς αἰγυπτίους σήμερον οὐ προσθήσεσθε ἔτι ἰδεῖν αὐτοὺς εἰς τὸν αἰῶνα χρόνον

14 κύριος πολεμήσει περὶ ὑμῶν καὶ ὑμεῖς σιγήσετε

15 εἶπεν δὲ κύριος πρὸς μωυσῆν τί βοᾷς πρός με λάλησον τοῖς υἱοῖς ισραηλ καὶ ἀναζευξάτωσαν

16 καὶ σὺ ἔπαρον τῇ ῥάβδῳ σου καὶ ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ῥῆξον αὐτήν καὶ εἰσελθάτωσαν οἱ υἱοὶ ισραηλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν

17 καὶ ἰδοὺ ἐγὼ σκληρυνῶ τὴν καρδίαν φαραω καὶ τῶν αἰγυπτίων πάντων καὶ εἰσελεύσονται ὀπίσω αὐτῶν καὶ ἐνδοξασθήσομαι ἐν φαραω καὶ ἐν πάσῃ τῇ στρατιᾷ αὐτοῦ καὶ ἐν τοῖς ἅρμασιν καὶ ἐν τοῖς ἵπποις αὐτοῦ

18 καὶ γνώσονται πάντες οἱ αἰγύπτιοι ὅτι ἐγώ εἰμι κύριος ἐνδοξαζομένου μου ἐν φαραω καὶ ἐν τοῖς ἅρμασιν καὶ ἵπποις αὐτοῦ

19 ἐξῆρεν δὲ ὁ ἄγγελος τοῦ θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν ισραηλ καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν ἐξῆρεν δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν καὶ ἔστη ἐκ τῶν ὀπίσω αὐτῶν

20 καὶ εἰσῆλθεν ἀνὰ μέσον τῆς παρεμβολῆς τῶν αἰγυπτίων καὶ ἀνὰ μέσον τῆς παρεμβολῆς ισραηλ καὶ ἔστη καὶ ἐγένετο σκότος καὶ γνόφος καὶ διῆλθεν ἡ νύξ καὶ οὐ συνέμιξαν ἀλλήλοις ὅλην τὴν νύκτα

21 ἐξέτεινεν δὲ μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν καὶ ὑπήγαγεν κύριος τὴν θάλασσαν ἐν ἀνέμῳ νότῳ βιαίῳ ὅλην τὴν νύκτα καὶ ἐποίησεν τὴν θάλασσαν ξηράν καὶ ἐσχίσθη τὸ ὕδωρ

22 καὶ εἰσῆλθον οἱ υἱοὶ ισραηλ εἰς μέσον τῆς θαλάσσης κατὰ τὸ ξηρόν καὶ τὸ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων

23 κατεδίωξαν δὲ οἱ αἰγύπτιοι καὶ εἰσῆλθον ὀπίσω αὐτῶν πᾶσα ἡ ἵππος φαραω καὶ τὰ ἅρματα καὶ οἱ ἀναβάται εἰς μέσον τῆς θαλάσσης

24 ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ καὶ ἐπέβλεψεν κύριος ἐπὶ τὴν παρεμβολὴν τῶν αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης καὶ συνετάραξεν τὴν παρεμβολὴν τῶν αἰγυπτίων

25 καὶ συνέδησεν τοὺς ἄξονας τῶν ἁρμάτων αὐτῶν καὶ ἤγαγεν αὐτοὺς μετὰ βίας καὶ εἶπαν οἱ αἰγύπτιοι φύγωμεν ἀπὸ προσώπου ισραηλ ὁ γὰρ κύριος πολεμεῖ περὶ αὐτῶν τοὺς αἰγυπτίους

26 εἶπεν δὲ κύριος πρὸς μωυσῆν ἔκτεινον τὴν χεῖρά σου ἐπὶ τὴν θάλασσαν καὶ ἀποκαταστήτω τὸ ὕδωρ καὶ ἐπικαλυψάτω τοὺς αἰγυπτίους ἐπί τε τὰ ἅρματα καὶ τοὺς ἀναβάτας

27 ἐξέτεινεν δὲ μωυσῆς τὴν χεῖρα ἐπὶ τὴν θάλασσαν καὶ ἀπεκατέστη τὸ ὕδωρ πρὸς ἡμέραν ἐπὶ χώρας οἱ δὲ αἰγύπτιοι ἔφυγον ὑπὸ τὸ ὕδωρ καὶ ἐξετίναξεν κύριος τοὺς αἰγυπτίους μέσον τῆς θαλάσσης

28 καὶ ἐπαναστραφὲν τὸ ὕδωρ ἐκάλυψεν τὰ ἅρματα καὶ τοὺς ἀναβάτας καὶ πᾶσαν τὴν δύναμιν φαραω τοὺς εἰσπεπορευμένους ὀπίσω αὐτῶν εἰς τὴν θάλασσαν καὶ οὐ κατελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς

29 οἱ δὲ υἱοὶ ισραηλ ἐπορεύθησαν διὰ ξηρᾶς ἐν μέσῳ τῆς θαλάσσης τὸ δὲ ὕδωρ αὐτοῖς τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων

30 καὶ ἐρρύσατο κύριος τὸν ισραηλ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκ χειρὸς τῶν αἰγυπτίων καὶ εἶδεν ισραηλ τοὺς αἰγυπτίους τεθνηκότας παρὰ τὸ χεῖλος τῆς θαλάσσης

31 εἶδεν δὲ ισραηλ τὴν χεῖρα τὴν μεγάλην ἃ ἐποίησεν κύριος τοῖς αἰγυπτίοις ἐφοβήθη δὲ ὁ λαὸς τὸν κύριον καὶ ἐπίστευσαν τῷ θεῷ καὶ μωυσῇ τῷ θεράποντι αὐτοῦ

   

Ze Swedenborgových děl

 

Arcana Coelestia # 8174

Prostudujte si tuto pasáž

  
/ 10837  
  

8174. For the Egyptians whom ye have seen today, ye shall see them again no more forever. That this signifies that the falsities which are once removed will be removed to eternity, is evident from the signification of “the Egyptians,” as being those who are in falsities from evil (see n. 8132, 8135, 8146, 8148), thus also the falsities themselves from evil; and from the signification of “seeing no more,” when said of falsities, as being to be removed, for the falsities in man are not cast out, but are removed, man being withheld from evils and the falsities therefrom, and being held in good, by the the Lord, (n. 1581, 2256, 2269, 2406, 4564); and from the signification of “forever,” as being to eternity.

  
/ 10837  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.

Ze Swedenborgových děl

 

Arcana Coelestia # 2406

Prostudujte si tuto pasáž

  
/ 10837  
  

2406. The angels pressed Lot to hasten. That this signifies that the Lord withheld them from evil and kept them in good is evident from the signification of “pressing” and “hastening,” as being to urge; and that by these words is signified to be withheld from evil, is evident both from the internal sense of these words and from what follows. The internal sense is that when the church begins to fall away from the good of charity, its people are at that time withheld from evil by the Lord more strongly than when it is in the good of charity. The same is evident from what follows, namely, that although the angels pressed Lot to go out of the city, he still lingered; and that they then laid hold of the hands of himself, his wife, and his daughters, and led them forth, and set them without the city; by which is signified and described the character of man in that state; for it is the second state of this church that is here treated of. The first state is described in the first three verses of this chapter; which state is such that they are in the good of charity and acknowledge the Lord, and are confirmed in good by Him. The second state is described here, which is such that with the men of the church themselves evils begin to act against goods, and that they are then powerfully withheld from evils and kept in goods by the Lord; which state is treated of in this verse, and in the 15th, and 17th, that follow.

[2] As regards this matter, few, if any, know that all men without exception are withheld from evils by the Lord, and this by a mightier force than man can ever believe. For the endeavor of every man is continually toward evil, and this both from what is hereditary, into which he is born, and from what is actual, which he has procured for himself; and this to such a degree that if he were not withheld by the Lord, he would rush headlong every moment toward the lowest hell. But the mercy of the Lord is so great that at every moment, even the least, the man is uplifted and held back, to prevent him from rushing thither. This is the case with the good also, but with a difference according to their life of charity and faith. Thus the Lord combats continually with man, and for man with hell, although it does not so appear to the man. That it is really so has been given me to know by much experience, which of the Lord’s Divine mercy will be related elsewhere. (See also n. 929, 1581)

  
/ 10837  
  

Thanks to the Swedenborg Foundation for the permission to use this translation.