Bible

 

Amos 8

Studie

   

1 οὕτως ἔδειξέν μοι κύριος καὶ ἰδοὺ ἄγγος ἰξευτοῦ

2 καὶ εἶπεν τί σὺ βλέπεις αμως καὶ εἶπα ἄγγος ἰξευτοῦ καὶ εἶπεν κύριος πρός με ἥκει τὸ πέρας ἐπὶ τὸν λαόν μου ισραηλ οὐκέτι μὴ προσθῶ τοῦ παρελθεῖν αὐτόν

3 καὶ ὀλολύξει τὰ φατνώματα τοῦ ναοῦ ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος πολὺς ὁ πεπτωκὼς ἐν παντὶ τόπῳ ἐπιρρίψω σιωπήν

4 ἀκούσατε δὴ ταῦτα οἱ ἐκτρίβοντες εἰς τὸ πρωὶ πένητα καὶ καταδυναστεύοντες πτωχοὺς ἀπὸ τῆς γῆς

5 οἱ λέγοντες πότε διελεύσεται ὁ μὴν καὶ ἐμπολήσομεν καὶ τὰ σάββατα καὶ ἀνοίξομεν θησαυροὺς τοῦ ποιῆσαι μικρὸν μέτρον καὶ τοῦ μεγαλῦναι στάθμια καὶ ποιῆσαι ζυγὸν ἄδικον

6 τοῦ κτᾶσθαι ἐν ἀργυρίῳ πτωχοὺς καὶ ταπεινὸν ἀντὶ ὑποδημάτων καὶ ἀπὸ παντὸς γενήματος ἐμπορευσόμεθα

7 ὀμνύει κύριος καθ' ὑπερηφανίας ιακωβ εἰ ἐπιλησθήσεται εἰς νεῖκος πάντα τὰ ἔργα ὑμῶν

8 καὶ ἐπὶ τούτοις οὐ ταραχθήσεται ἡ γῆ καὶ πενθήσει πᾶς ὁ κατοικῶν ἐν αὐτῇ καὶ ἀναβήσεται ὡς ποταμὸς συντέλεια καὶ καταβήσεται ὡς ποταμὸς αἰγύπτου

9 καὶ ἔσται ἐν ἐκείνῃ τῇ ἡμέρᾳ λέγει κύριος ὁ θεός καὶ δύσεται ὁ ἥλιος μεσημβρίας καὶ συσκοτάσει ἐπὶ τῆς γῆς ἐν ἡμέρᾳ τὸ φῶς

10 καὶ μεταστρέψω τὰς ἑορτὰς ὑμῶν εἰς πένθος καὶ πάσας τὰς ᾠδὰς ὑμῶν εἰς θρῆνον καὶ ἀναβιβῶ ἐπὶ πᾶσαν ὀσφὺν σάκκον καὶ ἐπὶ πᾶσαν κεφαλὴν φαλάκρωμα καὶ θήσομαι αὐτὸν ὡς πένθος ἀγαπητοῦ καὶ τοὺς μετ' αὐτοῦ ὡς ἡμέραν ὀδύνης

11 ἰδοὺ ἡμέραι ἔρχονται λέγει κύριος καὶ ἐξαποστελῶ λιμὸν ἐπὶ τὴν γῆν οὐ λιμὸν ἄρτου οὐδὲ δίψαν ὕδατος ἀλλὰ λιμὸν τοῦ ἀκοῦσαι λόγον κυρίου

12 καὶ σαλευθήσονται ὕδατα ἕως θαλάσσης καὶ ἀπὸ βορρᾶ ἕως ἀνατολῶν περιδραμοῦνται ζητοῦντες τὸν λόγον κυρίου καὶ οὐ μὴ εὕρωσιν

13 ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐκλείψουσιν αἱ παρθένοι αἱ καλαὶ καὶ οἱ νεανίσκοι ἐν δίψει

14 οἱ ὀμνύοντες κατὰ τοῦ ἱλασμοῦ σαμαρείας καὶ οἱ λέγοντες ζῇ ὁ θεός σου δαν καὶ ζῇ ὁ θεός σου βηρσαβεε καὶ πεσοῦνται καὶ οὐ μὴ ἀναστῶσιν ἔτι

   

Ze Swedenborgových děl

 

Scriptural Confirmations # 56

  
/ 101  
  

56. 28. (He who turneth the dawn into the shadow of death and day into night (Amos 5:8).)

(And it shall come to pass in that day that I will cause the sun to set at noon, and I will darken the earth in the day of light (Amos 8:9).)

Behold the days will come in which I will send a famine in the land, not a famine of bread, nor a thirst for waters, but for hearing the words of Jehovah (Amos 8:11). In that day they shall run to and fro to seek the word of Jehovah and shall not find it. In that day shall the beautiful virgins and the young men faint for thirst (verses 12-13).

In that day will I raise up the tent of David that is fallen, and close up the breaches thereof, and I will raise up his ruins, and I will build it as in the days of old; behold the days come that the mountains shall distil must, and all the hills shall melt; they shall build the devastated cities, then will I plant them upon their land nor shall they be pulled up any more out of their land (Amos 9:11-15).

  
/ 101  
  

Thanks to the Swedenborg Foundation for their permission to use this translation.