Bible

 

Amos 1

Studie

1 λόγοι αμως οἳ ἐγένοντο ἐν νακκαριμ ἐκ θεκουε οὓς εἶδεν ὑπὲρ ιερουσαλημ ἐν ἡμέραις οζιου βασιλέως ιουδα καὶ ἐν ἡμέραις ιεροβοαμ τοῦ ιωας βασιλέως ισραηλ πρὸ δύο ἐτῶν τοῦ σεισμοῦ

2 καὶ εἶπεν κύριος ἐκ σιων ἐφθέγξατο καὶ ἐξ ιερουσαλημ ἔδωκεν φωνὴν αὐτοῦ καὶ ἐπένθησαν αἱ νομαὶ τῶν ποιμένων καὶ ἐξηράνθη ἡ κορυφὴ τοῦ καρμήλου

3 καὶ εἶπεν κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις δαμασκοῦ καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὧν ἔπριζον πρίοσιν σιδηροῖς τὰς ἐν γαστρὶ ἐχούσας τῶν ἐν γαλααδ

4 καὶ ἐξαποστελῶ πῦρ εἰς τὸν οἶκον αζαηλ καὶ καταφάγεται θεμέλια υἱοῦ αδερ

5 καὶ συντρίψω μοχλοὺς δαμασκοῦ καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐκ πεδίου ων καὶ κατακόψω φυλὴν ἐξ ἀνδρῶν χαρραν καὶ αἰχμαλωτευθήσεται λαὸς συρίας ἐπίκλητος λέγει κύριος

6 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις γάζης καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκεν τοῦ αἰχμαλωτεῦσαι αὐτοὺς αἰχμαλωσίαν τοῦ σαλωμων τοῦ συγκλεῖσαι εἰς τὴν ιδουμαίαν

7 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη γάζης καὶ καταφάγεται θεμέλια αὐτῆς

8 καὶ ἐξολεθρεύσω κατοικοῦντας ἐξ ἀζώτου καὶ ἐξαρθήσεται φυλὴ ἐξ ἀσκαλῶνος καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ ακκαρων καὶ ἀπολοῦνται οἱ κατάλοιποι τῶν ἀλλοφύλων λέγει κύριος

9 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τύρου καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτήν ἀνθ' ὧν συνέκλεισαν αἰχμαλωσίαν τοῦ σαλωμων εἰς τὴν ιδουμαίαν καὶ οὐκ ἐμνήσθησαν διαθήκης ἀδελφῶν

10 καὶ ἐξαποστελῶ πῦρ ἐπὶ τὰ τείχη τύρου καὶ καταφάγεται θεμέλια αὐτῆς

11 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις τῆς ιδουμαίας καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτούς ἕνεκα τοῦ διῶξαι αὐτοὺς ἐν ῥομφαίᾳ τὸν ἀδελφὸν αὐτοῦ καὶ ἐλυμήνατο μήτραν ἐπὶ γῆς καὶ ἥρπασεν εἰς μαρτύριον φρίκην αὐτοῦ καὶ τὸ ὅρμημα αὐτοῦ ἐφύλαξεν εἰς νεῖκος

12 καὶ ἐξαποστελῶ πῦρ εἰς θαιμαν καὶ καταφάγεται θεμέλια τειχέων αὐτῆς

13 τάδε λέγει κύριος ἐπὶ ταῖς τρισὶν ἀσεβείαις υἱῶν αμμων καὶ ἐπὶ ταῖς τέσσαρσιν οὐκ ἀποστραφήσομαι αὐτόν ἀνθ' ὧν ἀνέσχιζον τὰς ἐν γαστρὶ ἐχούσας τῶν γαλααδιτῶν ὅπως ἐμπλατύνωσιν τὰ ὅρια αὐτῶν

14 καὶ ἀνάψω πῦρ ἐπὶ τὰ τείχη ραββα καὶ καταφάγεται θεμέλια αὐτῆς μετὰ κραυγῆς ἐν ἡμέρᾳ πολέμου καὶ σεισθήσεται ἐν ἡμέρᾳ συντελείας αὐτῆς

15 καὶ πορεύσονται οἱ βασιλεῖς αὐτῆς ἐν αἰχμαλωσίᾳ οἱ ἱερεῖς αὐτῶν καὶ οἱ ἄρχοντες αὐτῶν ἐπὶ τὸ αὐτό λέγει κύριος

Bible

 

Amos 5:5

Studie

       

5 καὶ μὴ ἐκζητεῖτε βαιθηλ καὶ εἰς γαλγαλα μὴ εἰσπορεύεσθε καὶ ἐπὶ τὸ φρέαρ τοῦ ὅρκου μὴ διαβαίνετε ὅτι γαλγαλα αἰχμαλωτευομένη αἰχμαλωτευθήσεται καὶ βαιθηλ ἔσται ὡς οὐχ ὑπάρχουσα

Bible

 

2 Kings 16

Studie

   

1 ἐν ἔτει ἑπτακαιδεκάτῳ φακεε υἱοῦ ρομελιου ἐβασίλευσεν αχαζ υἱὸς ιωαθαμ βασιλέως ιουδα

2 υἱὸς εἴκοσι ἐτῶν ἦν αχαζ ἐν τῷ βασιλεύειν αὐτὸν καὶ ἑκκαίδεκα ἔτη ἐβασίλευσεν ἐν ιερουσαλημ καὶ οὐκ ἐποίησεν τὸ εὐθὲς ἐν ὀφθαλμοῖς κυρίου θεοῦ αὐτοῦ πιστῶς ὡς δαυιδ ὁ πατὴρ αὐτοῦ

3 καὶ ἐπορεύθη ἐν ὁδῷ ιεροβοαμ υἱοῦ ναβατ βασιλέως ισραηλ καί γε τὸν υἱὸν αὐτοῦ διῆγεν ἐν πυρὶ κατὰ τὰ βδελύγματα τῶν ἐθνῶν ὧν ἐξῆρεν κύριος ἀπὸ προσώπου τῶν υἱῶν ισραηλ

4 καὶ ἐθυσίαζεν καὶ ἐθυμία ἐν τοῖς ὑψηλοῖς καὶ ἐπὶ τῶν βουνῶν καὶ ὑποκάτω παντὸς ξύλου ἀλσώδους

5 τότε ἀνέβη ραασσων βασιλεὺς συρίας καὶ φακεε υἱὸς ρομελιου βασιλεὺς ισραηλ εἰς ιερουσαλημ εἰς πόλεμον καὶ ἐπολιόρκουν ἐπὶ αχαζ καὶ οὐκ ἐδύναντο πολεμεῖν

6 ἐν τῷ καιρῷ ἐκείνῳ ἐπέστρεψεν ραασσων βασιλεὺς συρίας τὴν αιλαθ τῇ συρίᾳ καὶ ἐξέβαλεν τοὺς ιουδαίους ἐξ αιλαθ καὶ ιδουμαῖοι ἦλθον εἰς αιλαθ καὶ κατῴκησαν ἐκεῖ ἕως τῆς ἡμέρας ταύτης

7 καὶ ἀπέστειλεν αχαζ ἀγγέλους πρὸς θαγλαθφελλασαρ βασιλέα ἀσσυρίων λέγων δοῦλός σου καὶ υἱός σου ἐγώ ἀνάβηθι καὶ σῶσόν με ἐκ χειρὸς βασιλέως συρίας καὶ ἐκ χειρὸς βασιλέως ισραηλ τῶν ἐπανισταμένων ἐπ' ἐμέ

8 καὶ ἔλαβεν αχαζ τὸ ἀργύριον καὶ τὸ χρυσίον τὸ εὑρεθὲν ἐν θησαυροῖς οἴκου κυρίου καὶ οἴκου τοῦ βασιλέως καὶ ἀπέστειλεν τῷ βασιλεῖ δῶρα

9 καὶ ἤκουσεν αὐτοῦ βασιλεὺς ἀσσυρίων καὶ ἀνέβη βασιλεὺς ἀσσυρίων εἰς δαμασκὸν καὶ συνέλαβεν αὐτὴν καὶ ἀπῴκισεν αὐτὴν καὶ τὸν ραασσων ἐθανάτωσεν

10 καὶ ἐπορεύθη βασιλεὺς αχαζ εἰς ἀπαντὴν τῷ θαγλαθφελλασαρ βασιλεῖ ἀσσυρίων εἰς δαμασκόν καὶ εἶδεν τὸ θυσιαστήριον ἐν δαμασκῷ καὶ ἀπέστειλεν ὁ βασιλεὺς αχαζ πρὸς ουριαν τὸν ἱερέα τὸ ὁμοίωμα τοῦ θυσιαστηρίου καὶ τὸν ῥυθμὸν αὐτοῦ εἰς πᾶσαν ποίησιν αὐτοῦ

11 καὶ ᾠκοδόμησεν ουριας ὁ ἱερεὺς τὸ θυσιαστήριον κατὰ πάντα ὅσα ἀπέστειλεν ὁ βασιλεὺς αχαζ ἐκ δαμασκοῦ

12 καὶ εἶδεν ὁ βασιλεὺς τὸ θυσιαστήριον καὶ ἀνέβη ἐπ' αὐτὸ

13 καὶ ἐθυμίασεν τὴν ὁλοκαύτωσιν αὐτοῦ καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν σπονδὴν αὐτοῦ καὶ προσέχεεν τὸ αἷμα τῶν εἰρηνικῶν τῶν αὐτοῦ ἐπὶ τὸ θυσιαστήριον

14 καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν τὸ ἀπέναντι κυρίου καὶ προσήγαγεν ἀπὸ προσώπου τοῦ οἴκου κυρίου ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ θυσιαστηρίου καὶ ἀπὸ τοῦ ἀνὰ μέσον τοῦ οἴκου κυρίου καὶ ἔδωκεν αὐτὸ ἐπὶ μηρὸν τοῦ θυσιαστηρίου κατὰ βορρᾶν

15 καὶ ἐνετείλατο ὁ βασιλεὺς αχαζ τῷ ουρια τῷ ἱερεῖ λέγων ἐπὶ τὸ θυσιαστήριον τὸ μέγα πρόσφερε τὴν ὁλοκαύτωσιν τὴν πρωινὴν καὶ τὴν θυσίαν τὴν ἑσπερινὴν καὶ τὴν ὁλοκαύτωσιν τοῦ βασιλέως καὶ τὴν θυσίαν αὐτοῦ καὶ τὴν ὁλοκαύτωσιν παντὸς τοῦ λαοῦ καὶ τὴν θυσίαν αὐτῶν καὶ τὴν σπονδὴν αὐτῶν καὶ πᾶν αἷμα ὁλοκαυτώσεως καὶ πᾶν αἷμα θυσίας ἐπ' αὐτὸ προσχεεῖς καὶ τὸ θυσιαστήριον τὸ χαλκοῦν ἔσται μοι εἰς τὸ πρωί

16 καὶ ἐποίησεν ουριας ὁ ἱερεὺς κατὰ πάντα ὅσα ἐνετείλατο αὐτῷ ὁ βασιλεὺς αχαζ

17 καὶ συνέκοψεν ὁ βασιλεὺς αχαζ τὰ συγκλείσματα τῶν μεχωνωθ καὶ μετῆρεν ἀπ' αὐτῶν τὸν λουτῆρα καὶ τὴν θάλασσαν καθεῖλεν ἀπὸ τῶν βοῶν τῶν χαλκῶν τῶν ὑποκάτω αὐτῆς καὶ ἔδωκεν αὐτὴν ἐπὶ βάσιν λιθίνην

18 καὶ τὸν θεμέλιον τῆς καθέδρας ᾠκοδόμησεν ἐν οἴκῳ κυρίου καὶ τὴν εἴσοδον τοῦ βασιλέως τὴν ἔξω ἐπέστρεψεν ἐν οἴκῳ κυρίου ἀπὸ προσώπου βασιλέως ἀσσυρίων

19 καὶ τὰ λοιπὰ τῶν λόγων αχαζ ὅσα ἐποίησεν οὐχὶ ταῦτα γεγραμμένα ἐπὶ βιβλίῳ λόγων τῶν ἡμερῶν τοῖς βασιλεῦσιν ιουδα

20 καὶ ἐκοιμήθη αχαζ μετὰ τῶν πατέρων αὐτοῦ καὶ ἐτάφη ἐν πόλει δαυιδ καὶ ἐβασίλευσεν εζεκιας υἱὸς αὐτοῦ ἀντ' αὐτοῦ