Wisdom of Solomon 13

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 12   Wisdom of Solomon 14 →

1 ματαιοι μεν γαρ παντες ανθρωποι φυσει οις παρην θεου αγνωσια και εκ των ορωμενων αγαθων ουκ ισχυσαν ειδεναι τον οντα ουτε τοις εργοις προσεχοντες επεγνωσαν τον τεχνιτην

2 αλλ' η πυρ η πνευμα η ταχινον αερα η κυκλον αστρων η βιαιον υδωρ η φωστηρας ουρανου πρυτανεις κοσμου θεους ενομισαν

3 ων ει μεν τη καλλονη τερπομενοι ταυτα θεους υπελαμβανον γνωτωσαν ποσω τουτων ο δεσποτης εστι βελτιων ο γαρ του καλλους γενεσιαρχης εκτισεν αυτα

4 ει δε δυναμιν και ενεργειαν εκπλαγεντες νοησατωσαν απ' αυτων ποσω ο κατασκευασας αυτα δυνατωτερος εστιν

5 εκ γαρ μεγεθους και καλλονης κτισματων αναλογως ο γενεσιουργος αυτων θεωρειται

6 αλλ' ομως επι τουτοις μεμψις εστιν ολιγη και γαρ αυτοι ταχα πλανωνται θεον ζητουντες και θελοντες ευρειν

7 εν γαρ τοις εργοις αυτου αναστρεφομενοι διερευνωσιν και πειθονται τη οψει οτι καλα τα βλεπομενα

8 παλιν δ' ουδ' αυτοι συγγνωστοι

9 ει γαρ τοσουτον ισχυσαν ειδεναι ινα δυνωνται στοχασασθαι τον αιωνα τον τουτων δεσποτην πως ταχιον ουχ ευρον

10 ταλαιπωροι δε και εν νεκροις αι ελπιδες αυτων οιτινες εκαλεσαν θεους εργα χειρων ανθρωπων χρυσον και αργυρον τεχνης εμμελετημα και απεικασματα ζωων η λιθον αχρηστον χειρος εργον αρχαιας

11 ει δε και τις υλοτομος τεκτων ευκινητον φυτον εκπρισας περιεξυσεν ευμαθως παντα τον φλοιον αυτου και τεχνησαμενος ευπρεπως κατεσκευασεν χρησιμον σκευος εις υπηρεσιαν ζωης

12 τα δε αποβληματα της εργασιας εις ετοιμασιαν τροφης αναλωσας ενεπλησθη

13 το δε εξ αυτων αποβλημα εις ουθεν ευχρηστον ξυλον σκολιον και οζοις συμπεφυκος λαβων εγλυψεν εν επιμελεια αργιας αυτου και εμπειρια συνεσεως ετυπωσεν αυτο απεικασεν αυτο εικονι ανθρωπου

14 η ζωω τινι ευτελει ωμοιωσεν αυτο καταχρισας μιλτω και φυκει ερυθηνας χροαν αυτου και πασαν κηλιδα την εν αυτω καταχρισας

15 και ποιησας αυτω αυτου αξιον οικημα εν τοιχω εθηκεν αυτο ασφαλισαμενος σιδηρω

16 ινα μεν ουν μη καταπεση προενοησεν αυτου ειδως οτι αδυνατει εαυτω βοηθησαι και γαρ εστιν εικων και χρειαν εχει βοηθειας

17 περι δε κτηματων και γαμων αυτου και τεκνων προσευχομενος ουκ αισχυνεται τω αψυχω προσλαλων και περι μεν υγιειας το ασθενες επικαλειται

18 περι δε ζωης το νεκρον αξιοι περι δε επικουριας το απειροτατον ικετευει περι δε οδοιποριας το μηδε βασει χρησθαι δυναμενον

19 περι δε πορισμου και εργασιας και χειρων επιτυχιας το αδρανεστατον ταις χερσιν ευδρανειαν αιτειται

← Wisdom of Solomon 12   Wisdom of Solomon 14 →

Přeložit:
Sdílet: