Wisdom of Solomon 14

Greek OT: LXX [A] Unaccented

← Wisdom of Solomon 13   Wisdom of Solomon 15 →

1 πλουν τις παλιν στελλομενος και αγρια μελλων διοδευειν κυματα του φεροντος αυτον πλοιου σαθροτερον ξυλον επιβοαται

2 εκεινο μεν γαρ ορεξις πορισμων επενοησεν τεχνιτις δε σοφια κατεσκευασεν

3 η δε ση πατερ διακυβερνα προνοια οτι εδωκας και εν θαλασση οδον και εν κυμασι τριβον ασφαλη

4 δεικνυς οτι δυνασαι εκ παντος σωζειν ινα καν ανευ τεχνης τις επιβη

5 θελεις δε μη αργα ειναι τα της σοφιας σου εργα δια τουτο και ελαχιστω ξυλω πιστευουσιν ανθρωποι ψυχας και διελθοντες κλυδωνα σχεδια διεσωθησαν

6 και αρχης γαρ απολλυμενων υπερηφανων γιγαντων η ελπις του κοσμου επι σχεδιας καταφυγουσα απελιπεν αιωνι σπερμα γενεσεως τη ση κυβερνηθεισα χειρι

7 ευλογηται γαρ ξυλον δι' ου γινεται δικαιοσυνη

8 το χειροποιητον δε επικαταρατον αυτο και ο ποιησας αυτο οτι ο μεν ηργαζετο το δε φθαρτον θεος ωνομασθη

9 εν ισω γαρ μισητα θεω και ο ασεβων και η ασεβεια αυτου

10 και γαρ το πραχθεν συν τω δρασαντι κολασθησεται

11 δια τουτο και εν ειδωλοις εθνων επισκοπη εσται οτι εν κτισματι θεου εις βδελυγμα εγενηθησαν και εις σκανδαλα ψυχαις ανθρωπων και εις παγιδα ποσιν αφρονων

12 αρχη γαρ πορνειας επινοια ειδωλων ευρεσις δε αυτων φθορα ζωης

13 ουτε γαρ ην απ' αρχης ουτε εις τον αιωνα εσται

14 κενοδοξια γαρ ανθρωπων εισηλθεν εις τον κοσμον και δια τουτο συντομον αυτων το τελος επενοηθη

15 αωρω γαρ πενθει τρυχομενος πατηρ του ταχεως αφαιρεθεντος τεκνου εικονα ποιησας τον ποτε νεκρον ανθρωπον νυν ως θεον ετιμησεν και παρεδωκεν τοις υποχειριοις μυστηρια και τελετας

16 ειτα εν χρονω κρατυνθεν το ασεβες εθος ως νομος εφυλαχθη

17 και τυραννων επιταγαις εθρησκευετο τα γλυπτα ους εν οψει μη δυναμενοι τιμαν ανθρωποι δια το μακραν οικειν την πορρωθεν οψιν ανατυπωσαμενοι εμφανη εικονα του τιμωμενου βασιλεως εποιησαν ινα ως παροντα τον αποντα κολακευωσιν δια της σπουδης

18 εις επιτασιν δε θρησκειας και τους αγνοουντας η του τεχνιτου προετρεψατο φιλοτιμια

19 ο μεν γαρ ταχα κρατουντι βουλομενος αρεσαι εξεβιασατο τη τεχνη την ομοιοτητα επι το καλλιον

20 το δε πληθος εφελκομενον δια το ευχαρι της εργασιας τον προ ολιγου τιμηθεντα ανθρωπον νυν σεβασμα ελογισαντο

21 και τουτο εγενετο τω βιω εις ενεδρον οτι η συμφορα η τυραννιδι δουλευσαντες ανθρωποι το ακοινωνητον ονομα λιθοις και ξυλοις περιεθεσαν

22 ειτ' ουκ ηρκεσεν το πλανασθαι περι την του θεου γνωσιν αλλα και εν μεγαλω ζωντες αγνοιας πολεμω τα τοσαυτα κακα ειρηνην προσαγορευουσιν

23 η γαρ τεκνοφονους τελετας η κρυφια μυστηρια η εμμανεις εξαλλων θεσμων κωμους αγοντες

24 ουτε βιους ουτε γαμους καθαρους ετι φυλασσουσιν ετερος δ' ετερον η λοχων αναιρει η νοθευων οδυνα

25 παντα δ' επιμιξ εχει αιμα και φονος κλοπη και δολος φθορα απιστια ταραχος επιορκια

26 θορυβος αγαθων χαριτος αμνηστια ψυχων μιασμος γενεσεως εναλλαγη γαμων αταξια μοιχεια και ασελγεια

27 η γαρ των ανωνυμων ειδωλων θρησκεια παντος αρχη κακου και αιτια και περας εστιν

28 η γαρ ευφραινομενοι μεμηνασιν η προφητευουσιν ψευδη η ζωσιν αδικως η επιορκουσιν ταχεως

29 αψυχοις γαρ πεποιθοτες ειδωλοις κακως ομοσαντες αδικηθηναι ου προσδεχονται

30 αμφοτερα δε αυτους μετελευσεται τα δικαια οτι κακως εφρονησαν περι θεου προσεχοντες ειδωλοις και αδικως ωμοσαν εν δολω καταφρονησαντες οσιοτητος

31 ου γαρ η των ομνυμενων δυναμις αλλ' η των αμαρτανοντων δικη επεξερχεται αει την των αδικων παραβασιν

← Wisdom of Solomon 13   Wisdom of Solomon 15 →

Přeložit:
Sdílet: